Unit 3 rem early
Rem early: Unit 3; Pauline lemma and Origen’s theoria.
Greek
πάντα συνεστη κέναι ἢ τὴν ἡδονὴν τέλος εἶναι τῶν ἀγαθῶν, καὶ τἆλλα λέγων ὅσα τῆς ἔξω καὶ δοκούσης σοφίας ὕθλοι καὶ λῆροι τυγχάνουσιν· οὗτος γὰρ ἀληθῶς μωρός ἐστιν καὶ ταῦτα τὰ δόγματα μωρία εἰσίν. καὶ ἁπαξαπλῶς πᾶσαν Ἑλληνικὴν καὶ βαρβαρικὴν ἐξετάζων φιλοσοφίαν ἐρεῖς ὅτι ἐν οἷς διαφωνεῖ πρὸς τὴν Χριστοῦ διδασκαλίαν μωρία ἐστίν. γέγραπται γὰρ Ὁ δρα όμενο τοὺ οφοὺ ἐν τῇ πανουργίᾳ αὐτῶν. Ἐγὼ φημὶ οὐ μέγα πρᾶγμα εἶναι ἐὰν ὁ θεὸς ὡς θεὸς δράξηται τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, <ἀλλ'> ἐν Παύλῳ τῷ λέγοντι ἐν αρκὶ γὰρ ζῶντες οὐ κατὰ άρκα τρατευόμεθα· τὰ γὰρ ὅπλα τῆ τρατεία ἡμῶν οὐ αρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸ καθαίρε ιν ὀχυρωμάτων· λογι μοὺ καθαιροῦντε καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆ γνώ εω τοῦ θεοῦ. ἵνα δὲ τοῦτο σαφέστερον νοήσῃς, ἴδε μοι τὸν Παῦλον ἐπιδημήσαντα ταῖς Ἀθήναις καὶ ζητοῦντα πρὸ τοὺ παρατυγχάνοντα ὥστε καί τινας τῶν Ἐπικουρείων καὶ Στωικῶν φιλο όφων συμβα λεῖν αὐτῷ, τότε γὰρ τῇ χάριτι τοῦ Χριστοῦ περιεδράσσετο αὐτῶν καὶ ἐδείκνυεν αὐτῶν τὰ σοφίσματα· ἐνταῦθα δὲ τοὺς σοφοὺς ὠνομάσθαι νομίζω τοὺς σοφιστάς, ὅσοι σοφίσματα περιπεπλεγμένα λέγουσιν οὐκ ἀλήθειαν δὲ διδάσκουσιν. καὶ πάλιν Κύριο γινώ κει τοὺ διαλογι μοὺ τῶν σοφῶν ὅτι εἰ ὶ μάταιοι. Οὐ θαυμαστὸν ἐὰν ὁ Κύριος καθ' ἑαυτοῦ γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι· ἀλλὰ θέλω ἐν ἐμοὶ γενόμενον τὸν Κύριον γινώσκειν τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι. ἐὰν γὰρ γένηται ἐν ἐμοὶ Χρι τό , δύναταί μοι παραστῆσαι πῶς οἱ διαλογισμοὶ τῶν τοῦ κόσμου σοφῶν εἰσὶ μάταιοι καὶ πῶς λάμπει ἡ σοφία μόνη τοῦ θεοῦ νικῶσα καὶ καταπατοῦσα πᾶσαν δοκοῦ σαν σοφίαν. 17 iii 21–23 [ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.] [Ὠριγένους] Ὁ δυνάμενος ἀποτάξα θαι πᾶσιν ἀνθρώποις καὶ ὅλος γενέσθαι ἄξιος τῆς ἐν Χριστῷ καυχήσεως, οὗτος οὐκ ἐν ἀνθρώπῳ καυχᾶται. Πῶς δὲ ὁ θάνατος ἐμός ἐστιν; ἵνα ἀποθάνω τῇ ἁμαρτίᾳ· ἵνα εἴπω Εἰ καὶ υναπεθάνομεν, καὶ υζή ομεν. ὁ γὰρ ἄλλος θάνατος καθ' ὃν ἡ ψυχὴ ἡ ἁμαρτά νου α αὐτὴ ἀποθανεῖται οὐκ ἔστιν ἐμός. καὶ τὰ ἐνεστῶτα δὲ ἡμῶν ἐστιν· ὅτι συναγόμεθα ἐν τῷ ἐνεστῶτι αἰῶνι, ὅτι ἀκούομεν γραφῶν ἱερῶν, ὅτι εὐχόμεθα. τὰ δὲ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρου καταρτηθή εται. καὶ οὐχ οἷόν τέ ἐστιν ἐπὶ τὰ μέλλοντα ἐλθεῖν ἐὰν μὴ πρῶτον γένηταί μοι τὰ ἐνεστῶτα. πάντα ὑμῶν· θαυμάζεταί τις λόγος παρ' Ἕλλησιν εἰρημένος τοιοῦτος· «Πάντα τοῦ σοφοῦ καὶ οὐδὲν τοῦ φαύλου·» ταῦτα δὲ ὁ λόγος τοῦ θεοῦ πρῶτος ἐδίδαξεν ὅτι Πάντα τοῦ ἁγίου ἐστίν. τοῦ οὖν πιστοῦ, φησίν, ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός· ὡς γὰρ λῃστὴς ἔχει ἃ ἔχει ὁ ἄπιστος· οὐ γὰρ εἰδὼς αὐτοῖς χρῆσθαι οὐδὲ τὸν κτίσαντα ταῦτα θεὸν οὐδὲ ἀκούων τοῦ λέγοντος Ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυ ίον, οὐχ ὡς αὐτοῦ ἐκεῖνα ἔχει. ἡμεῖς δὲ ὁρῶμεν ὅτι πάντα ἡμῶν ἐστιν· καὶ ἔστι τοῦ <πιστοῦ> ὅλος ὁ κόσμος τῶν χρημάτων τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. 18 iν 1–5 [οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονό μους μυστηρίων θεοῦ. ὃ δὲ λοιπὸν ζητεῖτε ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρω πίνης ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.] [Ὠριγένους] Ὁ μὴ διαβεβηκὼς τῷ λόγῳ περὶ τὴν κατάληψιν τῶν ἐγκεκρυμμένων ἐν τῇ γραφῇ μυστηρίων δύναται μὲν ὑπηρέτης εἶναι Χριστοῦ, οὐ δύναται δὲ οἰκονόμος εἶναι μυστηρίων θεοῦ· ὁ γὰρ οἰκονόμος ὢν ἔχει τὰ οἰκονομούμενα καὶ οἶδεν τὰ μυ τήρια τοῦ θεοῦ. μή ποτε οὖν ὁ μὲν ὑπηρέτης Χριστοῦ κατὰ τὴν κοινοτέ ραν νοεῖται διακονίαν προστάς, ὁ δὲ οἰκονόμος μυστηρίων θεοῦ κατὰ τὴν διοίκησιν τὴν περὶ τὰ γνωσθέντα μυστήρια, ἵνα μὴ παρα<ρ>ρίπτῃ ταῦτα ὡς ἔτυχεν μηδὲ ἀνεξετάστως αὐτὰ παραδιδῷ· ἀλλὰ προκαθάρας, προευτρεπίσας, προαποστήσας τοῦ κόσμου τὸν μέλλοντα ἀκούειν μαθημάτων ὑπερκοσμίων, τότε αὐτ<ὰ> λέγει. Ἡμεῖς, φησίν, ἐσμὲν ὑπηρέται Χριστοῦ· καὶ τὰ πλείονα μᾶλλον ὁ ἀπόστολος τῇ ὑπηρεσίᾳ τοῦ Χριστοῦ διηκονεῖτο ἤπερ τῇ οἰκονομίᾳ τῶν μυστηρίων
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.