Unit 3 rem mid
Rem mid: Unit 3; lemma continues; spiritual reading with the letter.
Greek
τοῦ θεοῦ· οἰκονομεῖ δὲ τὰ μυστήρια τοῦ θεοῦ φέρε εἰπεῖν πρὸς Λουκᾶν ἵνα γράψαι τὸ εὐαγγέλιον δυνηθῇ, πρὸς Τιμόθεον ἵνα ἄρξαι τῶν ἐν Ἐφέσῳ πλείονα παρειληφότων οἷός τε γένηται <καὶ> οἰκονομεῖν τὰ μυστήρια τοῦ θεοῦ. τολμῶ δὲ καὶ λέγω ὅτι ἐν Κορίνθῳ μὲν ὑπηρέτης γέγονε τοῦ Χριστοῦ, ἐν Ἐφέσῳ δὲ οἰκονόμος μυστηρίων θεοῦ. Μαθὼν δὲ ἀπὸ τῶν τοῦ Σωτῆρος λόγων ὁ Παῦλος τὸ Τί ἄρα ὁ πι τὸ καὶ φρόνιμο οἰκονόμο ὃν κατα τή ει ὁ κύριο ἐπὶ τῆ οἰκίας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ ιτομέτριον τοῖς συνδούλοις αὐτοῦ, φησὶν Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. οὔτε γὰρ ἀρκεῖ τὸ ἐγνωκέναι οὔτε δεῖ τὸν ἐγνωκότα ὡς ἔτυχεν λέγειν, ἀλλὰ νοοῦντα τὸ ἐν καιρῷ διδόναι τὸ ιτομέτριον τοῖς συνδούλοις αὐτοῦ βλέπειν τίς τῶν συνδούλων ὀφείλει λαβεῖν πλεῖον ιτομέτριον μυστηρίων θεοῦ ἢ ἔλαττον, καὶ πότε· ἐὰν γὰρ καλῶς τὴν οἰκονομίαν καὶ ἀμέμπτως διοικήσ<ῃ>, ποίαν ἔχει ἐπαγγελίαν; Ἐπὶ πᾶ ι φησὶ τοῖ ὑπάρχου ιν ὁ οἰκοδεσπότης κατα τή ει αὐτόν. εἰ δὲ Παῦλος φοβεῖται καὶ λέγει ταῦτα περὶ ἑαυτοῦ καὶ περὶ Κηφᾶ καὶ Ἀπολλώ, πόσῳ μᾶλλον τοὺς καθ' ἡμᾶς οἰκονό μους δεήσει φοβεῖσθαι ὅπως εὑρεθῶσι πιστοὶ οἰκονόμοι. Εἶτα περὶ ἑαυτοῦ φησὶν Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. οἱ ἐν Κορίνθῳ ἀνέκρινον τὸ ὅσον ἐφ' ἑαυτοῖς, οὐκ ἀληθῶς ἀνακρίνοντες. ἀνακρίνοντος γὰρ ἦν τὸ λέγειν ὅτι Κρείττων ἐστὶν ὁ Παῦλος Κηφᾶ καὶ Ἀπολλώ, καὶ ἄλλου τὸ λέγειν Ὁ Πέτρος πολλῷ διαφέρει τοῦ Παύλου· ἐν γὰρ τῷ εὐαγγελίῳ Παῦλος οὐκ εἴρηται ἀπόστολος. φησὶν οὖν ὁ Παῦλος ὅτι Ἐμοὶ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ. συνῄδει ἑαυτῷ τὰ κάλλιστα καὶ ὅτι οὐχ ὑπέπιπτεν Κορινθίοις ὡς δυναμένοις αὐτὸν ἀνακρῖναι, ὁ γὰρ πνευματικὸ ἀνακρίνει τὰ πάντα αὐτὸ δὲ ὑπ' οὐδενὸ ἀνακρίνεται· ὥσπερ ἀλλαχοῦ φησι Γέγονα ἄφρων· ὑμεῖ με ἠναγκά ατε· τοιοῦ τόν τι καὶ ἐνθάδε νοήσας λέγει. ἔστι τις ἀνθρωπίνη ἡμέρα, καὶ ἔστι τις θεία ἡμέρα, περὶ ἧς γέγραπται μυρία ὅσα καὶ τὸ Ἰδοὺ ἡμέρα κυρίου ἀνίατο ἔρχεται. ἡ οὖν ἀνάκρισίς μου, φησίν, οὐ δύναται γενέσθαι ἐν ἀνθρωπίνῃ ἡμέρᾳ, οὐ χωρεῖ γὰρ ἀνθρωπίνη ἡμέρα τὴν ἀνάκρισίν μου· εἰ ἀνακρίνεσθαι μέλλω, ἐν τῇ τοῦ κυρίου ἡμέρᾳ ἀνακριθήσομαι. Εἶτα παραδοξότερόν τι ἑαυτῷ συνειδὼς λέγει Ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα. πολὺ ἐνταῦθα τὸ συνειδὸς τοῦ ἀποστόλου φαίνεται καθαρὸν γεγονέναι, ὥστε αὐτὸν τολμῆσαι οὐ μόνον τοῖς τότε γράψαι ἀλλ' ἵνα καὶ αἱ μέχρι συντελείας γενεαὶ ἀναγινώσκωσι τὸ λεγόμενον. ἀληθὴς οὖν ὁ Παῦλος λέγων Μιμηταί μου γίνε θε καθὼ κἀγὼ χρι τοῦ· πῶς δὲ Χριστὸν ἐμιμή σατο Παῦλος, ἄκουε· Ἔρχεται ὁ ἄρχων τοῦ κό μου τούτου καὶ ἐν ἐμοὶ ἔχει οὐδέν· καὶ ὁ Παῦλος φησὶν Οὐδὲν ἐμαυτῷ σύνοιδα· καὶ οὐκ εἶπεν Οὐδὲν ἐμαυτῷ σύνοιδα ἔργον φαῦλον· εἰ γὰρ τοῦτο εἰρήκει, ἐδυνάμεθα λέγειν ὅτι τοῖς μὲν ἔργοις κεκάθαρται τοῖς δὲ λόγοις οὐδέπω· ἢ πάλιν, τούτοις μὲν κεκάθαρται ἡ δὲ καρδία αὐτοῦ ἡμάρτανεν. νῦν δὲ ἔοικεν εἰς ὑπερβολὴν συνειδέναι ἑαυτῷ καθαρότητα, οὐ πρώην ὅτε ἐδίωκεν ἢ ὅτε προσῆλθεν τῇ πίστει ἀλλὰ νῦν ὅτε ταῦτα ἔλεγεν. Εἶτα ἵνα μὴ δόξῃ ὑπὲρ ἄνθρωπον λελαληκέναι, ἐπιφέρει καὶ λέγει Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἐγὼ μὲν γάρ φησιν οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. ἐνδέχεται γὰρ ἐμὲ μηδὲν ἐμαυτῷ συνειδέναι λανθάνειν δέ με ἡμαρτημένον τί μοι· πολλὰ γὰρ γίνεται ἐν τῇ ἀνθρωπίνῃ φύσει τοιαῦτα ὥστε ἁμαρτάνειν <οὐ> κατὰ τὸν λόγον, οὐ μετὰ τοῦ καταλαμ βάνειν ἢ κατὰ τὴν συγκατάθεσιν, οὐ μετὰ τοῦ θεωρεῖν ὅτι ἡμάρτομεν. ἐκεῖνος οὖν ὁ ἐν πᾶσι μηδὲν ἑαυτῷ συνειδὼς φησὶν Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. Ὡς γὰρ ὑπερβὰς τὴν ἀνάκρισιν τὴν ἀγγελικὴν καὶ τὴν τῶν ἄλλων δυνάμεων, τοῦτό φησιν Ἕως ἂν ἔλθῃ ὁ κύριος. ἐπεὶ οὖν κρίσις ἐπίκειται, καὶ ἀληθινή γε ἐστὶν ἐκείνη μόνη ἡ τοῦ κυρίου ἐπισταμένου καὶ τοὺς λογισμοὺς σταθμῆσαι καὶ ἐν ζυγῷ στῆσαι τοὺς λόγους καὶ ἐρευνῆσαι πάσας τὰς πράξεις καὶ ἐφ' ἑκάστῳ ἡμῶν τὸ δέον ἀποδοῦναι, διὰ τοῦτο κἂν καταγινώσκωμέν τινος μὴ κατακρίνωμεν· οὐ γὰρ ἴσμεν ᾧ μέτρῳ ἥμαρτεν, οὐδὲ οἴδαμεν οἵᾳ διαθέσει ἥμαρτεν καὶ εἰ ἔχει ἀντίρροπα χρηστὰ τῇ ἁμαρτίᾳ αὐτοῦ. ἐὰν γὰρ εὐλαβεῖς γενώμεθα, οὐ πρὸ καιροῦ τι κρινοῦμεν, ἀλλὰ πάντα ἀναθήσομεν τῇ κρίσει τοῦ θεοῦ διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐνθάδε μὲν λέγεται Μὴ πρὸ καιροῦ τι κρίνετε καὶ τὰ ἑξῆς· ἐν ἄλλῳ δὲ τόπῳ τῆς ἐπιστολῆς Οὐχὶ τοὺ ἔ ω ὑμεῖ κρίνετε, τοὺ δὲ ἔξω ὁ θεὸ κρίνει·
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.