Fragments on 1 Corinthians · §u05-open

Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 5 opening

Unit 5.

Lemma-led open — τοιοῦτος ἦν Ἐλισσαῖος· εἰ γὰρ καὶ μὴ παρῆν τῷ σώματι, πνεύματι συναπῆλθεν τῷ Γιεζῇ καὶ φησ

Greek

τοιοῦτος ἦν Ἐλισσαῖος· εἰ γὰρ καὶ μὴ παρῆν τῷ σώματι, πνεύματι συναπῆλθεν τῷ Γιεζῇ καὶ φησὶ πρὸς αὐτὸν Οὐχὶ ἡ καρδία μου ἦν μετὰ οῦ ἡνίκα ἔλαβε τὸ διτάλαντον τοῦ ἀργυρίου καὶ ἔλαβε τὰς τολὰ ἀπὸ Νεμὰν τοῦ Σύρου; ἆρ' οὖν Ἐλισσαῖος μὲν ταύτην τὴν χάριν εἶχεν, Παῦλος δὲ ὁ τοῦ Χριστοῦ ἀπό στολος ὁ ζηλῶν τὰ χαρί ματα τὰ μείζονα, μᾶλλον δὲ ἵνα προφητεύῃ, οὐκ εἶχεν τοιαύτην χάριν; ἀλλ' ἀποφαίνομαι καὶ τεθαρρηκότως λέγω ὅτι ἦν Παῦλος οὐ μόνον ἀπόστολος ἀλλὰ καὶ προφήτης· τοιοῦτος ἦν ὅτε φησὶν Ἔ ονται οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνε , ὑπερήφανοι, βλά φημοι, γονεῦ ιν ἀπειθεῖ · ταῦτα γὰρ οὐχ ὡς ἀπόστολος ἀλλ' ὡς προφήτης εἶπεν. καὶ Τὸ πνεῦμα δέ φησιν ῥητῶ λέγει ὅτι ἐν ἐ χάτοι καιροῖ ἀπο τή ονταί τινε τῆ πί τεω . ποῖον δὲ πνεῦμα; ὡσεὶ ἔλεγεν Τὸ ἐν ἐμοὶ πνεῦμα. ἔχων οὖν ταύτην τὴν χάριν, εἰ καὶ ἀπῆν τῷ σώματι, ὅπου ἐβούλετο παρῆν τῷ πνεύματι· οὐ μόνος γὰρ παρῆν τῷ πνεύματι, ἀλλὰ καὶ ἡ δύναμις Ἰησοῦ. 25 v 7–8 [ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πά χα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.] [Ὠριγένους] Ὁ ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον ὺν ταῖ πράξε ιν αὐτοῦ καὶ τῆς παλαιᾶς ζύμης <οὐδὲν> ἔχων ἐν ἑαυτῷ ἀλλὰ καινὸν φύραμα ποιήσας τὸ κατὰ Χριστὸν Ἰησοῦν, οὗτος πεποίηκε τὴν τῶν ἀζύμων ἑορτήν· εἶτα μετὰ τὴν τῶν ἀζύμων ἑορτὴν ἡ νέα ζύμη φαίνεται. Ἰησοῦς ὁ χριστός ἐστιν ἡ νέα ζύμη. ἐσθί ωμεν οὖν πρῶτον ἄζυμα, ἀπεχόμενοι πάσης κακίας καὶ πονηρίας. περὶ τού των ὁ ἀπόστολος διδάσκων φησὶν Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· οἷόν τι παρὰ Ἰουδαίοις γίνεται, ἐὰν ἐπιφώ σκῃ ἡ ἡμέρα ἡ τῶν ἀζύμων, ἐκκαθαίρουσι πᾶσαν παλαιὰν ζύμην, πάντα τόπον τῆς οἰκίας περιαθροῦντες μή ποτε ζύμη ἐκεῖ εὑρεθῇ, οὕτως καὶ σὺ τὰ ἐν σοὶ ταμιεῖα κατανόησον μή που ζύμη ἐκεῖ, ἵνα ἦτε νέον φύραμα. καθώς ἐστε ἄζυμοι. ἐπεὶ ἦσαν ἐν Κορίνθῳ οἱ μὲν ἅγιοι οἱ δὲ οὐ τοιοῦτοι ἀλλ' ἁμαρτωλοὶ καθὰ ἐν προοιμίοις τῆς ἐπιστολῆς φθάσαντες ἔφαμεν, διὰ τοὺς ἐπαινετούς φησι καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πά χα ἡμῶν ἐτύθη Χριστός· ὁρῶν ὅτι κατὰ τὸν Μωσέως νόμον πρῶτον τὸ πά χα γίνεται καὶ θύεται τὸ πρόβατον, εἶτα μετὰ τὸ πρόβατον ἄζυμα ἐσθίουσι, διὰ τοῦτο εἶπεν Ἤδη τὸ πά χα τέθυται Χριστός· ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. εἰλικρινείας, κατὰ τὴν πολιτείαν· ἀληθείας, κατὰ τὴν γνῶσιν· ἐν γὰρ ἀμφοτέροις χαρακτηρίζεται τὰ ἄζυμα τὰ ἀληθινά. 26 v 9–11 [ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδω λολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.] [Ὠριγένους] Ὑπέλαβον τινὲς ἐκ τούτου τοῦ ῥητοῦ ὅτι πρὸ τῆς προτέρας πρὸς Κορινθίους ἐπιστολῆς ἐγέγραπτο ἄλλη τις ἐπιστολὴ τῷ ἀποστολῷ ἥτις νῦν οὐ σώζεται· καὶ ἔγραψεν αὐτοῖς μὴ συναναμίγνυσθαι πόρνοις ὅσον ἐπὶ τῇ προκειμένῃ λέξει, ἀκούσας δὲ Κορινθίους τεταράχθαι, οἰομένους λέγεσθαι μὴ συναναμίγνυσθαι πόρνοις μηδὲ τοῖς τοῦ κόσμου–ὅπερ ἀδύνατόν ἐστιν, ἐν τῷ βίῳ ὄντα μὴ ὁμιλεῖν ἐθνικοῖς συνεργοῖς, πραγματευταῖς, καὶ τοιούτοις τισὶν ἑτέροις–σαφηνίζων, φασί, τὸ τότε παραλελειμμένον Οὐ περὶ πόρνων λέγω, φησί, τοῦ κόσμου τούτου ἀλλὰ περὶ τῶν ὀνομαζομένων μὲν ἀδελφῶν οὐκ ὄντων δὲ σεμνῶν. οἱ δὲ μὴ βουλόμενοι ἐπιστολὴν ἑτέραν εἶναι πρὸ ταύτης ἐροῦσι ταύτην τὴν λέξιν ἐπὶ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.