Unit 4 rem close
Rem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek
ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.] [Ὠριγένους] Οὐκ ἀεὶ οὔτε ὁ θεὸς οὔτε οἱ τούτου θεσπέσιοι μαθηταὶ κέχρηνται χρηστοῖς λόγοις πρὸς τοὺς ἀκούοντας οὐδὲ ἀεὶ τοῖς ἀποτόμοις, ἀλλὰ ποτὲ μὲν τούτοις ποτὲ δὲ ἐκείνοις. ἐπεὶ οὖν εἶχεν ῥάβδον ὁ Παύλου λόγος, εἶχεν δὲ καὶ πνεῦμα πραΰτητος καὶ χρηστότητος, πυνθάνεται Κορινθίων, μὴ θέλων προπετέστερον καὶ ταχύτερον χρήσασθαι τῷ ἀποτομωτέρῳ· οὐχ ὅτι χωρὶς ἀγάπης γίνεται ἡ ῥάβδος, ἀλλ' ὅτι ἡ ἀγάπη κέκρυπται ἐν τῷ τὴν ῥάβδον ἔχοντι, καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως. εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν. μανθάνομεν ὅτι περὶ πορνείας ἡμᾶς κατεπᾴδεσθαι δεῖ ἵνα μὴ πέσωμεν, καὶ ἄλλο δεῖ μαθεῖν ἵνα καὶ οἱ μὴ συνειδότες ἑαυτοῖς πορνείαν, συνειδότες δὲ συναγομένοις πορνεύουσιν, μὴ φυσιῶνται, εἰδότες ὅτι καὶ αὐτοὶ ἁμαρτωλοί εἰσι τῷ ἁμαρτωλὸν εἶναι τὸν συναγόμενον μετ' αὐτῶν· ὅλῃ γὰρ τῇ ἐκκλησίᾳ ἐγκαλεῖ περὶ ἑνὸς πορνεύσαντος, καὶ τῇ φυσιώσει αὐτῶν ἐγκαλεῖ ὡς οὐ κατὰ λόγον γινομένῃ, μάλιστα διὰ τὸ ἔτι εἶναι πόρνον ἐν αὐτοῖς. καὶ τρίτον μανθάνομεν ὅτι καὶ πορνειῶν εἰσὶ διαφοραί, ὥστε εἶναι πορνείαν βαρυτάτην τινὰ καὶ ἄλλην ἐλάττονα καὶ ἄλλην ἔτι ἐλάττονα. οὐκοῦν ἐν τῇ κρίσει τοῦ θεοῦ οὐχ ἁπλῶς οἱ πόρνοι κρίνονται οὐδὲ τὴν αὐτὴν καταδίκην λήψονται διὰ τὸ πεπορνευκέναι, ἀλλὰ καὶ ἡ ποσότης καὶ ἡ ποιότης αὔξει τὴν κόλασιν καὶ ἡ προαίρεσις καὶ ὁ χρόνος. ἐν Κορίνθῳ τοίνυν εἷς τις παράνομον γάμον ἐγάμησεν· τὴν γὰρ μητρυιὰν αὐτοῦ ἠγάγετο· ἀλλὰ τὸν τοιοῦτον γάμον πορνείαν ὁ ἀπόστολος καλεῖ καὶ τοιαύτην οἵαν μηδὲ ἐν τοῖς ἔθνεσίν ἐστιν ἀκούειν, ἵνα διδάξῃ ἡμᾶς ὅτι, ἐάν ποτε παρανόμως γαμῶμεν, οὐ λογίζεται ἡμῖν εἰς γάμον τὸν νομιζόμενον γάμον εἶναι ἀλλ' εἰς πορνείαν. Εἶτα τοῦτον καταλιπὼν κατὰ τῆς τούτου συμμορίας τὴν κατηγορίαν εἰσφέρει· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. πᾶσιν ἐπιπλήσσει ὡς κακῶς αὐτὸν παραδεξαμένοις. ἐπὰν γὰρ <ἐν μέσῳ> ὄντος τοῦ ἁμαρτήσαντος φυσιώμεθα ἡμεῖς οἱ δοκοῦντες ἑαυτοῖς συνειδέναι τὰ κρείττονα, λέγεται τὸ καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. 24 v 3–5 [ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ.] [Ὠριγένους] Οὐκ εἰς ὄλεθρον τῆς ψυχῆς, οὐκ εἰς ὄλεθρον τοῦ πνεύματος, ἀλλ' εἰς ὄλεθρον τῆς σαρκός· ἵνα γὰρ τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου, παραδίδοται. ἐξέβαλεν γὰρ ὁ Παῦλος τὸν τοιοῦτον, οὐκ εἰδὼς ὅτι μετανοή ει καὶ ἐπι τρέψει ἀλλὰ θέλων αὐτὸν παιδεῦσαι. ἄλλο γάρ ἐστιν ἐκκόψαι τινὰ ὡς ἀνεπίδεκτον μετανοίας καὶ ἐπιστροφῆς, ἄλλο παραιτήσασθαι ἐπὶ τοῦ παρόντος καὶ ἐκβάλλειν τῆς ποίμνης, ὡς ποιμὴν ἐκβάλλει πρόβατον ψώραν ἔχον, ἵνα μὴ ἡ νομὴ τοῦ τραύματος ἐκείνου ἐφ' ὅλον τὸ ποίμνιον νεμηθῇ. Θεραπευέσθωσαν οὖν οἱ κακῶς διάγοντες ἔξω γενόμενοι τῆς ποίμνης, ἐξομο λογούμενοι καὶ πενθοῦντες τὰ ἴδια ἁμαρτήματα, ἐν νηστείαις καὶ πένθεσι καὶ κλαυθμοῖς καὶ τοῖς παραπλησίοις τὰ τῆς μετανοίας προσάγοντες. παραδίδονται γὰρ ἵνα παιδευθῶσιν, ὥστε αὐτῶν ὀλοθρευθῆναι τὴν σάρκα, τοῦτ' ἔστι τὸ φρόνημα τῆ αρκό · οὐχ ἵνα τῆς ψυχῆς αὐτῶν ἅψηται, οὐχ ἵνα ἐκστήσῃ αὐτούς, οὐχ ἵνα ἄλλο τι ποιήσῃ, ἀλλ' ἵνα ἐξουσίαν λάβῃ μόνης τῆς <σαρκὸς> αὐτῶν, οὐκ ἐμοῦ διδόντος τὴν ἐξουσίαν ἀλλὰ τῆς ἐν ἐμοὶ δυνάμεως τοῦ Ἰησοῦ. Ἀπὸ τοῦ κρείττονος αὐτοῦ ὅλην ὠνόμασε τὴν σωτηρίαν, ἵνα μὴ εἴπῃ Καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου, ἀλλὰ τὸ πνεῦμα σωθῇ, ἀπὸ τοῦ κρείττονος ὀνομάσας ὅλου τοῦ ἀνθρώπου τὴν σωτηρίαν. ὡς γὰρ σωθησόμενον αὐτὸν κελεύει παραληφθῆναι εἰς τὴν ἐκκλησίαν ἐν τῇ δευτέρᾳ ἐπιστολῇ. Ἀπεῖναι δὲ τῷ σώματι καὶ παρεῖναι τῷ πνεύματι Παύλου ἐστὶ καὶ τῶν παραπλησίων αὐτῷ· ἔφη γὰρ καὶ ἑτέρωθι Εἰ γὰρ καὶ τῇ αρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι ὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων τὸ τερέωμα τῆ εἰ Χρι τὸν πί τεω ὑμῶν. οὐδεὶς δὲ ἡμῶν δύναται εἰπεῖν ὅτι Πάρειμι καὶ βλέπω τῆς ἐκκλη σίας τὰ προτερήματα ἢ τὴν τάξιν καὶ τὸ τερέωμα τῆ εἰ Χρι τὸν πί τεω .
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.