Fragments on 1 Corinthians · §u05-rem-close

Unit 5 rem close

Rem CLOSEOUT: Unit 5 CLOSEOUT.

Greek

κυρίου καὶ Κηφᾶ ; ἢ μόνο ἐγὼ καὶ Βαρνάβα οὐκ ἔχομεν ἐξου ίαν μὴ ἐργάζε θαι; ἀλλ' οὐκ ἐχρη άμεθα τῇ ἐξου ίᾳ ταύτῃ. οὐκοῦν ἐξῆν μὲν τῷ ἀποστόλῳ ταῦτα πάντα ἐν τοῖς τόποις οἷς παρεθέμην, συνεξετάζων δὲ αὐτὰ τῷ αὐτοῦ συμφέροντι καὶ τῇ οἰκονομίᾳ τῆς ἐκκλησίας ἑώρα ὅτι ἔξεστι μέν–ἐὰν ποιήσῃ, οὐχ ἁμαρτή εταικρεῖττον δὲ ποιεῖ <οὐ> χρη άμενο τῇ ἐξου ίᾳ. καὶ πάλιν· πάσῃ παρθένῳ ἔξεστι γαμεῖσθαι· ἀλλ' ἡ καλὴ καὶ ἀγαθὴ οὐχ ὡς μὴ ἐξὸν γαμεῖν ἀπέχεται τοῦ γαμεῖν ἀλλ' ἀναβίβασασα τὴν ἐξουσίαν καὶ βουλομένη καθαρὰ εἶναι καὶ τῷ ώματι καὶ τῷ πνεύματι παρθενεύει. ἀλλὰ καὶ ἀνδρὸς τελευτήσαντος οὐ κεκώλυται ἡ διγαμία παντελῶς· Ἐὰν γάρ, φησίν, ὁ ἀνὴρ ἀποθάνῃ, ἐλευθέρα ἐ τὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. ἀλλ' ἀκούσασα ἡ καλὴ γυνὴ <τὸ> μακαριωτέρα ἐ τὶν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, οὐ κέχρηται τῇ ἐξου ίᾳ. πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος· ἔχει τι ὁ λόγος ὑψηλότερον· εἰ γὰρ οὐκ ἔ τιν ἡμῖν ἡ πάλη πρὸ αἷμα καὶ άρκα ἀλλὰ πρὸ τὰ ἀρχὰ ἢ πρὸ τὰ ἐξου ία , ὅταν ἡ ἐξου ία κρατήσῃ, ἐξουσιάσθην ὑπ' ἐκείνης· ἐὰν δὲ πᾶσαν ἐξου ίαν νικήσω, οὐκ ἐξουσιασθήσομαι ὑπό τινος. 29 vi 13–14 [Τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξήγειρεν διὰ τῆς δυνάμεως αὐτοῦ.] [Ὠριγένους] Μὴ νομίσῃς ὅτι ὥσπερ ἡ κοιλία γέγονεν τοῖς βρώμασιν καὶ τὰ βρώματα τῇ κοιλίᾳ, οὕτω καὶ τὸ σῶμα γέγονε διὰ συνουσιασμόν. εἰ θέλεις τὸν προηγούμενον λόγον μαθεῖν διὰ τί γέγονεν, ἄκουε· ἵνα ναὸς ᾖ τῷ κυρίῳ, καὶ ἵνα ἡ ψυχὴ ἁγία καὶ μακαρία οὖσα τὸ πνεῦμα τὸ ἅγιον ὡσπερεὶ θεραπεύουσα ἱερεὺς γένηται τοῦ ἐν σοὶ ἁγίου πνεύματος. καὶ ὁ Ἀδὰμ γὰρ σῶμα εἶχεν ἐν τῷ παραδείσῳ, ἀλλ' ὅμως ἐν αὐτῷ τῷ παραδείσῳ οὐκ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, ἀλλ' ὅτε ἐξεβλήθη μετὰ τὴν παρακοήν. ταῦτα δὲ λέγω, οὐ περιγράφων τὸν γάμον· οἶδα γὰρ ὅτι Εἴ τις οὐκ ἐγκρατεύεται, γαμεῖν ὀφείλει· κρεῖ ον γάρ ἐ τι γαμεῖν ἢ πυροῦ θαι. ἀλλ' εἰ καὶ συγκεχώρηται τὸ πρᾶγμα, οὐ προηγουμένως ἀλλὰ δι' ἀσθένειαν. τὸ γὰρ προηγούμενον ἁγνεύειν καὶ καθαρεύειν καὶ χολάζειν τῇ προ ευχῇ. Τοῦ γὰρ ἤδη ἐγερθέντος μετὰ Χριστοῦ καὶ υμμόρφου γενομένου τῇ ἀνα τά ει αὐτοῦ καὶ τῇ καινότητι τῆ ζωῆ τὸ σῶμα ὀφείλει εἶναι οὐδενὸς ἢ τοῦ κυρίου. 30 vi 15 [Οὐκ οἴδατε [Ὠριγένους] Ψυχῆς ὄργανα ἐστὶ τὰ ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;] ἀνθρώπων σώματα· καὶ ἀρχούσης τῆς ψυχῆς ὑπηρε τεῖται τὸ σῶμα, καὶ χρῆται αὐτῷ εἰς ἃ βούλεται. ἰδίως δὴ ὁ λόγος θέλει ἡμῶν τὰ σώματα μηκέτι ὑπὸ τῆς ψυχῆς ἐνεργεῖσθαι τῆς ἡμετέρας ἀλλ' ὑπ' αὐτοῦ τοῦ Χριστοῦ· διὸ λέγει ὁ Παῦλος Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χρι τό . μέλη οὖν τότε γίνεται Χριστοῦ, ὅτε πάντα κατὰ τὸν αὐτοῦ λόγον κινοῦμεν. 31 vi 18 [φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.] [Ὠριγένους] Ζητήσει τις, εἰ πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματός ἐστιν. ἐρεῖ γάρ τις Ἁμάρτημά ἐστι τὸ μεθύειν· ἁμάρτημά ἐστι τὸ ἑαυτὸν ἐξάγειν ἐκ τοῦ βίου δι' ἀγχόνης, διὰ κρημνοῦ· ἆρ' οὖν ἐκτὸς τοῦ σώματός ἐστι καὶ τοῦτο τὸ ἁμάρτημα; ἀλλ' εὐγνωμόνως δεῖ ἀκοῦσαι πῶς εἴρηται τοῦτο· ἀφορμὴν δὲ ληψόμεθα τοῦ νοῆσαι τὰ κατὰ τὸν τόπον ἐκ τοῦ Λευϊτικοῦ· ἐκεῖ γὰρ λέγεται ὅτι ἐκ τῆ ῥύ εω υνέ τηκεν τὸ ῶμα αὐτοῦ. ἐπεὶ οὖν ἡ σύστασις τοῦ σώματος ἀπὸ σπερμάτων ἐστί, διὰ τοῦτο <ὁ> ἁμαρτάνων κατὰ τὴν πρόρρυ σιν τῶν σπερμάτων εἰς τὸ σῶμα τὸ ἑαυτοῦ ἁμαρτάνει· καὶ ἔστιν ἡ ἁμαρτία αὕτη ἀπὸ τούτων γινομένη, ἀφ' ὧν καὶ ἡ ἀρχὴ τῆς συστάσεως τοῦ σώματος. 32 vi 19–20 [Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύ ματός ἐστιν, οὗ ἔχετε ἀπὸ <τοῦ> θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.] [Ὠριγένους] Καλῶς ἀνθυποφορὰν ὑπειδόμενος καὶ προφυλαξάμενος εἶπεν τὸ Οὐκ ἐστὲ ἑαυτῶν. ἐρεῖ γάρ τις Εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνω· ἐξουσίαν ἔχω τοῦ ἰδίου σώματος· εἶτα φησὶν Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ θεοῦ; εἰς τὸ πνεῦμα τὸ ἅγιον ἀσε βοῦμεν, καὶ δι' αὐτοῦ εἰς πατέρα καὶ υἱὸν εἰς οὓς βεβαπτίσμεθα, ἐὰν πορνεύωμεν· εἰς Χριστὸν μέν, ὅταν ἄρα τὰ μέλη τοῦ Χρι τοῦ ποιή ω πόρνη μέλη· εἰς τὸ ἅγιον δὲ πνεῦμα, ὅταν τὸν ναὸν τοῦ ἐν ἡμῖν ἁγίου

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.