Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 6 opening
Unit 6.
Lemma-led open — πνεύματος φθείρῃ τις· εἰς τὸν πατέρα δέ, ὅτε τὸν ναὸν τοῦ θεοῦ φθείρω. Πρὸς τούτοις οὖν ὅσ
Greek
πνεύματος φθείρῃ τις· εἰς τὸν πατέρα δέ, ὅτε τὸν ναὸν τοῦ θεοῦ φθείρω. Πρὸς τούτοις οὖν ὅσα ἂν ἁμάρτωμεν, κἂν φόνους ποιήσωμεν, ἄφθοροι δὲ ὦμεν, φθορᾶς μὴ γευσάμενοι τῆς κατὰ τὴν συνουσίαν, οὐ λεγόμεθα ἐφθάρθαι ἐκ τοῦ πεφονευ κέναι. ἀλλ' ἐπεὶ καὶ ἡ ἀφθαρσία καὶ ἡ φθορὰ περὶ τὴν φύσιν τὴν ἄγευστον συνουσίας τῆς περὶ τὰ ἀφροδίσια ἐστίν–Ἐφθάρη γὰρ ἡ παρθένος, λέγομεν· καὶ πάλιν Ἄφθορος ὁ νεανίσκος, ἢ ἐφθάρη–πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν. ἐπειδὴ οὖν ἐδόθη λύτρον ὑπὲρ ὑμῶν τὸ αἷμα τοῦ χριστοῦ καὶ ἔλαβεν ὑμᾶς ἀπὸ τῆς ἐξουσίας τοῦ διαβόλου, δοξάσατε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν, ἵνα γένηται τὸ σῶμα ὑμῶν ἄξιον μακαριότητος ὡς ἀγαπησάντων τὴν ἀφθαρσίαν, ὡς καὶ ὁ ἀπόστολος λέγει ἡ χάρι τοῦ θεοῦ μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰη οῦν Χρι τὸν ἐν ἀφθαρ ίᾳ. 33 vii 1–4 [Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ἡ γυνή.] [Ὠριγένους] Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ δixῶς ἁμαρτάνουσιν, ὑποβαίνοντες τὰς ἐντολὰς ἢ ὑπερβαίνοντες. ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευώμεθα μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλόμεθα, καὶ ἔσθ' ὅτε ὑπερ βαίνοντες τὸν κανόνα φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον ἐκπίπτομεν τοῦ προκειμένου. τάθμιον οὖν ἐστιν, ὃ οὔτε μέγα ἐστὶν οὔτε μικρὸν ἀλλὰ σύμμετρον, τὸ εἰδέναι πῶς δεῖ βιοῦν. ∆έδε αι μετὰ γυναικός· ἓν στάθμιον μέγα ποιεῖς, οὐ φροντίζεις τῆς γυναικὸς ἀλλὰ λέγεις Ἐγὼ δύναμαι ἐγκρα τεύεσθαι καὶ ζῆν καθαρώτερον· ἀλλ' ὅρα ὅτι ἡ γυνή σου ἀπόλλυται, οὐ δυναμένη φέρειν τὴν καθαρότητά σου, δι' ἣν Χρι τὸ ἀπέθανεν. Τοιοῦτόν τι γέγονεν ἐν Κορίνθῳ, καὶ ἦν ἀκαταστασία ἐν ταῖς οἰκίαις τῶν ἀδελφῶν, πῆ μὲν ἀνδρῶν πῆ δὲ γυναικῶν ἐγκρατεύεσθαι πειρωμένων καὶ ἀλλή λων κατεξανισταμένων. ἔγραψαν οὖν περὶ τούτου ἐπιστολὴν οἱ ἐν Κορίνθῳ τῷ ἀποστόλῳ, καὶ πρὸς τὴν ἐπιστόλην ταύτην ἀντιγράφει ὁ ἀπόστολος τὰ προγεγραμμένα· καὶ οὔτε ἐπέτεινεν τὸν περὶ ἁγνείας λόγον καὶ ἀνεῖλεν τὸν περὶ γάμου, οὔτε τὸν περὶ γάμου προκρίνας ἀνεῖλεν τὸν περὶ παρθενίας, ὡς καλὸ οἰκονόμο , ἀλλὰ τηρεῖ δι' ὅλου τοῦ λόγου τὸ βούλημα αὐτοῦ τινα τρόπον καὶ προτρέπεται καθαρεύειν· καὶ συγχωρήσας συγκαταβαίνειν, προτρέ πεται πάλιν ἀσκεῖν τὴν ἁγνείαν· καὶ προτρεψάμενος ἀσκεῖν τὴν ἁγνείαν, πάλιν φέρει ἐπὶ τὸ δεῖν τῇ ἀσθενείᾳ συγκαταβαίνειν τῶν ἀσθενεστέρων. ἤρξατο δὲ οὐκ ἀπὸ τῶν ὑποδεεστέρων, οὐ γὰρ ἔπρεπεν, ἀλλ' ἀπὸ τῶν τελειοτέρων πρα γμάτων, λέγων Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· οἷον· Ἐπαινῶ ὑμᾶς ὅσον ἐπὶ τῷ ἠθεληκέναι ἁγνεύειν τοὺς ἀποστάντας τῆς μίξεως τῆς πρὸς τὴν γυναῖκα, ἀλλὰ λογίσασθε μὴ τὸ ἑαυτῶν μόνον ἀλλὰ καὶ τὸ τῆς γυναικός· Ἡ γὰρ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆ · διὰ γοῦν τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. οὐ διὰ τὴν ἑαυτοῦ πορνείαν ὁ ἰσχυρότερος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἀλλὰ μή πως πορνεύσῃ τῇ ἐγκρατείᾳ <τοῦ ἀνδρὸς ἡ γυνὴ καὶ τῇ ἐγκρατείᾳ> τῆς γυναικὸς ὁ ἀνήρ. αἱρετώτερον γὰρ τοὺς δύο σωθῆναι εὑρισκομένους ἐν τοῖς ἔργοις τοῦ γάμου ἢ τῇ προφάσει τοῦ ἑνὸς τὸν ἕτερον ἐκπεσεῖν τῆς ἐλπίδος τῆς ἐν Χριστῷ· πῶς γὰρ καὶ σωθήσεται ἔνοχος ὢν τῷ θανάτῳ τῆς γυναικός; οὐκ ἔστιν οὖν καθαρὰ ἡ σεμνότης τοῦ ἀνδρὸς ὅτε μὴ ἐκ συμφωνίας τῆς γυναικὸς γίνηται ἡ ἄσκησις ἀμφοτέροις ὑπὲρ τοῦ χολά αι ταῖς κατὰ θεὸν εὐχαῖς. [vii 3] Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. προενοήσατο καὶ τοῦ
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.