Unit 8 rem close
Rem CLOSEOUT: Unit 8 CLOSEOUT.
Greek
διαλεγόμενοι πρὸς ἀλλήλους ταύταις ταῖς γλώσσαις διαλέ γονται αἷς καὶ ἄνθρωποι, ὥστε τῶν ἀγγέλων τινὰς μὲν Ἕλληνας εἶναι τυχὸν τινὰς δὲ Ἑβραίους καὶ ἄλλους Αἰγυπτίους; ἢ τοῦτο ἄτοπον λέγειν περὶ τῶν ἄνω ἀγγελικῶν ταγμάτων; μή ποτε οὖν ὥσπερ εἰσὶν ἐν ἀνθρώποις διάλεκτοι πολλαί, οὕτως εἰσὶ καὶ ἐν ἀγγέλοις; καὶ ἐὰν ὁ θεὸς ἡμῖν χαρίσηται ἀπὸ τῆς ἀνθρωπίνης φύσεως ἐπὶ τὴν ἀγγελικὴν καταταγῆν<αι>, τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ ἐπαγγελίαν λέγοντος Ἰ άγγελοι ἔσονται καὶ υἱοὶ θεοῦ τῆ ἀνα τά εω υἱοὶ ὄντε , οὐκέτι χρησόμεθα διαλέκτῳ ἀνθρώπων ἀλλὰ διαλέκτῳ τῇ ἀγγελικῇ; καὶ ὥσπερ ἄλλη διάλεκτος παιδίων καὶ ἄλλη τετρανωμένων τὴν φωνήν, οὕτως πᾶσα ἐν ἀνθρώποις διάλεκτος οἱονεὶ παιδίων ἐστὶ διάλεκτος· ἡ δὲ ἀγγελικὴ οἱονεὶ ἀνδρῶν ἐστι τελείων καὶ τετρανωμένων; ἴσως δὲ κἀκεῖ κατὰ τὴν ἀναλο γίνα τῆς καταστάσεως καὶ διάλεκτοί εἰσιν. ἐὰν οὖν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. ὥσπερ ὁ χαλκὸς ἠχῶν ἄσημον δίδωσι φωνήν, ὥσπερ τὸ κύμβαλον τὸ ἀλαλάζον οὐδὲν τρανόν, τὸν αὐτὸν τρόπον, χωρὶς μὲν ἀγάπης, γλῶσσα κἂν ἀγγέλων ἐν ἀνθρώποις καθ' ὑπόθεσιν ᾖ, ἀτράνωτός ἐστιν· οὐδὲν γὰρ ποιεῖ τῶν ἀνθρώπων ἤ τοι τῶν ἀγγέλων τρανῆ καὶ σαφῆ, ὡς ἡ ἀγάπη· ἀγάπης δὲ μὴ παρούσης τὸ λαλούμενον οὐδέν ἐστιν. Τίς δὲ ἡ διαφορὰ τῆς γνώσεως καὶ τῆς τῶν μυστηρίων εἰδήσεως; περὶ δύο γὰρ πραγμάτων ὁ ἀπόστολος λέγει. ἡγοῦμαι τοίνυν τὸ μὲν περὶ τῶν φανερῶν εἰδέναι τὴν γνῶσιν εἶναι, γενικωτέραν οὖσαν τῶν μυστηρίων· ἐν μέρει γὰρ τῆς γνώσεως ἡ τῶν μυστηρίων ἐστὶν ἐπιστήμη· τὸ δὲ περὶ τῶν ἀπορρητοτέρων καὶ θειοτέρων εἰδέναι τοῦτ' εἶναι τὸ μυστήριον γινώσκειν, ὡς εἶναι γενικὸν μὲν λόγον τῆς γνώσεως οὐκέτι δὲ πάσης τῆς γνώσεως εἶναι τὴν κατάληψιν μυστηρίων περὶ ὧν λέλεκται Ἀλλὰ λαλοῦμεν θεοῦ οφίαν ἐν μυ τηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρι εν ὁ θεὸ πρὸ τῶν ἀιώνων εἰ δόξαν ἡμῶν. ὅταν γὰρ εἰδῶ ταῦτα, τότε ἔχω τὴν γνῶσιν τῶν μυστηρίων. Κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν. γέγραπται ἐν τῷ εὐαγ γελίῳ Ἐὰν ἔχητε πί τιν ὡ κόκκον ινάπεω , ἐρεῖτε τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰ τὴν θάλα αν, καὶ μεταβή εται, καὶ οὐδὲν ὑμῖν ἀδυνατή ει. ὁ γὰρ ἔχων πί τιν ὡ κόκκον ινάπεω ὅλην ἔχει τὴν πίστιν. 50 xiii3 [κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, κἂν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.] [Ὠριγένους] Κἂν ψωμίσω πάντα μου τὰ ὑπάρχοντα οὐ διὰ τὴν ἀγάπην· κἂν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι, ὡς δυνατοῦ ὄντος ψωμίσαι τινὰ τὰ ὑπάρχοντα οὐ διὰ τὴν ἀγάπην ἀλλὰ διὰ κενοδοξίαν, καὶ ὡς δυνατοῦ ὄντος καὶ μαρτυ ρῆσαί τινα ἕνεκεν καυχήσεως καὶ δόξης ἧς δοξάζονται ἐν ταῖς ἐκκλησίαις οἱ μάρτυρες. 51 xiii4–5 [Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς.] [Ὠριγένους] Τὰ ἐγκώμια τῆς ἀγάπης τῆς ὑπερεχούσης τὰ χαρίσματα διεξέρχεται. ἔδει γὰρ αὐτὸν διδάξαι καὶ τί ἐστιν ἀγάπη καὶ πῶς ἐστιν ὁ ἔχων τὴν ἀγάπην. Ἡ ἀγάπη μακροθυμεῖ· εἰ ἔχεις μακροθυμίαν τὴν οὖσαν κάρπον τοῦ πνεύματο ἔχεις αὐτὴν διὰ τὴν ἀγάπην. Χρηστεύεται· τί χρηστότητι ἐναντίον; ἡ πονηρία. εἰ πονηρεύῃ κατά τινος, οὐκ ἔχεις τὴν ἀγάπην. εἰ χρηστὸς εἶ καὶ γλυκὺς πρὸς πάντας τοὺς ἀνθρώπους, ἔχεις ἀγάπην. Ἡ ἀγάπη οὐ ζηλοῖ· εἰ ζῆλός ἐστιν ἐν σοὶ ὁποῖος ἦν ἐν τῷ Κάϊν πρὸς τὸν Ἄβελ ἢ ὁποῖος ἦν ἐν τοῖς ἀδελφοῖς τοῦ Ἰωσὴφ πρὸς τὸν Ἰωσήφ, οὐκ ἔχεις τὴν ἀγάπην. μαχόμενον πρᾶγμά ἐστι· τὸ ἀγαπᾶν, τὸ ζηλοῦν. Ἡ ἀγάπη οὐ περπερεύεται· ὅταν τις προπετὴς ᾖ ἐπαγγελλόμενος εἰδέναι ἢ περὶ τέχνης ἢ περὶ ἐπιστήμης ἢ περὶ γνώσεως, οὗτός ἐστιν ὁ περπερευόμενος παρὰ τὸ μὴ ἔχειν τὴν ἀγάπην. Οὐκ ἀσχημονεῖ· οὐδεὶς τὴν ἀγάπην ἔχων ἄσχημόν τι πράττει· ἐὰν οὖν ποτε ἀδελφοὶ ἡμῶν ἄρρην καὶ θήλεια φάσκοντες κατὰ θεὸν ἀλλήλους ἀγαπᾶν δι' ἀσθένειαν πέσωσι προφάσει ἀγάπης, λέγωμεν αὐτοῖς ὅτι οὐκ ἔχουσι τὴν ἀγάπην· ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. Οὐ ζητεῖ τὰ ἑαυτῆς· οὐδεὶς ἀγάπην ἔχων ζητεῖ τὰ ἑαυτοῦ· οἷον μήτηρ τὸ ἀγαπᾶν τὸν υἱὸν ἢ πατὴρ οὐ ζητεῖ τὰ ἴδια ὡς τὰ τοῦ υἱοῦ· τὸ γὰρ ἔχειν ἀγάπην οὐ φίλαυτον. εἰ ἐζήτει τὰ ἑαυτοῦ ὁ Σωτὴρ ἐν μορφῇ θεοῦ ὑπάρχων καὶ ὢν ἴ α θεῷ, ἔμενεν ἂν ἐν τῇ μορφῇ ἐκείνῃ· νῦν δὲ σῶσαι κόσμον ἀπολλύμενον θελήσας ἑαυτὸν ἐκένω εν μορφὴν δούλου λαβών· καὶ χήματι εὑρεθεὶ ὡ ἄνθρωπο ἐταπείνω εν ἑαυτὸν γενόμενο ὑπήκοο μέχρι
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.