Unit 8 rem mid
Rem mid: Unit 8; lemma continues; spiritual reading with the letter.
Greek
μὲν προφητείαν ὑπερβεβηκυῖαν τινὰ δὲ προφητείαν ἀναβεβηκυῖαν. τὴν μὲν γὰρ καθολικωτέραν καὶ μιμουμένην τὰς προφητείας Ἡσαΐου καὶ Ἱερεμίου δευτέραν τάξιν μετὰ τὴν ἀποστολὴν ἐρεῖ, ταύτην δὲ τὴν τελευταίαν τεταγμένην τάξιν μετὰ τὰ εἰρημένα χαρίσματα τοιαύτην οὖσαν· Ἐὰν δὲ προφητεύητε, εἰ έλθῃ δέ τι ἄπι το ἢ ἰδιώτη , ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆ καρδία αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πε ὼν ἐπὶ πρό ωπον προ κυνή ει τῷ θεῷ καὶ ἀπαγγέλλει ὅτι ὄντω θεὸ ἐν ὑμῖν ἐ τιν. τοῦτο γὰρ οὐ μακράν ἐστι τοῦ ἐνεργήματο τῶν δυνάμεων καὶ χαρί ματο ἰαμάτων ἐπὶ ἐκπλήξει γινο μένων τῶν ὁρώντων, ἵνα ὁ προφητεύων εἴπῃ Τόδε ἔχεις ἐν τῇ καρδίᾳ σου· Ἀπὸ τοῦδε τοῦ ἁμαρτήματος ἐλήλυθας ἐπὶ τὴν ἐκκλησίαν. δύναται δὲ καὶ αὕτη ἡ προφητεία τάξει εἶναι ὑστέρα παρὰ τὰ πρότερα, κἀκείνη ἡ θειοτέρα καὶ μείζων δευτέρα εἶναι, περὶ ἧς λέγει Ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους. εἰς κατασκευὴν τοῦ δύο σημαίνεσθαι ἀπὸ τοῦ τῆς προφητείας ὀνόματος τὰ προειρημένα προεθέμην ἃ προεῖπον. ὅρα εἰ δύναμαι ἔτι παραστῆσαι σαφέστερον τὸ λεγόμενον Ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους· ἀλλ' οὐ πάντες ἀπόστολοι, ἐὰν γὰρ πάντες ἀπόστολοι, τίσι διακονοῦνται τὴν ἀποστολήν; δεύτερον προφήτας· οὐ πάντες προφῆται· κατὰ δὲ τὴν ἄλλην προφητείαν ἐὰν δὲ πάντε προφητεύητε, εἰ έλθῃ δὲ ἄπι το ἢ ἰδιώτη , οὐχ ὡς ἀδυνάτου ἀλλ' ὡς δυνατοῦ ὄντος τοῦ πάντα οὕτως προφητεύειν. δύο οὖν σημαινόμενά ἐστιν ἀπὸ τοῦ τῆς προφητείας ὀνόματος. διὸ καὶ ἐνθάδε τετήρηται ἡ τάξις τῷ ἀποστόλῳ ἡ λέγουσα πρῶτον ἀποστόλους, δεύτερον προφήτας καὶ τὰ ἑξῆς. Ταῦτα μὲν ὡς περὶ τῆς τάξεως, ἐπειδὴ ἔδοξεν ἡμᾶς θλίβειν τὸ Ἄλλῳ δὲ προφητεία, τελευταία τεταγμένη ἐν ἄλλῃ λέξει. 49 xiii1–2 [καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. κἂν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθι στάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.] [Ὠριγένους] Ζητοῦμεν ἐνταῦθα εἰ δύναταί τις ἐν τῷ βίῳ τούτῳ καὶ προφητείαν ἔχειν καὶ τὰ μυστήρια ἅπαντα γνῶναι χωρὶς ἀγάπης, καὶ ὅλως εἰ δίδοταί τινι τὰ μυστήρια πάντα γνῶναι· φησὶ γὰρ ὁ Παῦλος Εἴ τι δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼ δεῖ γνῶναι· καὶ πάλιν Ἐκ μέρου φησὶ γινώ κομεν καὶ ἐκ μέρου προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρου καταργηθή εται. τὸ δὲ ταῦτα λέγειν περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίων ἀποστόλων αὐτῷ δηλοῖ ὅτι οὐ δυνατόν ἐστιν εἰδέναι πάντα τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν. πῶς οὖν ὡς δυνατοῦ ὄντος τοῦ εἰδέναι πᾶσαν τὴν γνῶσιν καὶ πάντα τὰ μυστήρια ἐπίστασθαι ταῦτα φησίν; ἐὰν ἴδωμεν τὸ προοίμιον τῶν λόγων, ἐν <ᾧ> φησὶ Καὶ ἔτι καθ' ὑπερ βολὴν ὁδὸν ὑμῖν δείκνυμι, καὶ νοήσωμεν τί ἐστιν ὑπερβολή, ταῦτα πάντα ἔσται σεσαφηνισμένα. ὑπερβολὴ τοίνυν ἐστίν, ὡς καὶ Ἕλληνες ὡρίσαντο, λόγος ἐμφάσεως ἕνεκεν ὑπεραίρων τὴν ἀλήθειαν· καὶ χρῶνται ἐκεῖνοι παρα δείγματι, ὅτι λευκότεροι χιόνος λέγονταί τινες εἶναι· οὐχ ὅτι δυνατόν τι εἶναι λευκότερον χιόνος, ἀλλὰ καθ' ὑπερβολὴν λέλεκται. καὶ ἔτι Τρέχουσί τινες ἵπποι ὡς ἄνεμος· οὐχ ὅτι δυνατόν ἐστι τὸ τοιοῦτον, ἀλλ' ἐμφάσεως ἕνεκεν, ἵνα τὸ τάχος τῶν ἵππων παραστῇ, λέγεται τὸ τοιοῦτον περὶ αὐτῶν. Καὶ ἐν τῇ γραφῇ δὲ λέγεται τῶν Ψαλμῶν περὶ τῆς θαλάσσης Ἀναβαίνου ι τὰ κύματα αὐτῆ ἕω τῶν οὐρανῶν καὶ καταβαίνου ιν ἕω τῶν ἀβύ ων· ὅπερ ἀδύνατον, ἀλλ' ἐμφάσεως ἕνεκεν εἴρηται. καὶ ἐν τῷ νόμῳ δὲ εὑρήσεις γεγραμμένον τῆς ὑπερβολῆς τὸν τρόπον ἔνθα γέγραπται Εἴδομεν πόλει μεγάλα καὶ τεixήρει ἕω τοῦ οὐρανοῦ. πῶς δὲ τοῦτο δύναται εἶναι; ἀλλ' ὑπερβολικῶς λέγεται, οὐ πάντως αὐτὸ τὸ δηλούμενον παριστῶντος τοῦ λόγου ἀλλ' ἵνα δηλώσῃ τὸ μέγεθος τῶν κυμάτων ἢ τὴν ταπείνωσιν, καὶ τὸ μέγεθος τῶν τεixῶν, ἤ τι τούτοις παραπλήσιον. οὕτω καὶ ἐνθάδε ὑπόθεσιν λαμβάνει ὁ ἀπόστολος ὑπὲρ τοῦ ἐξετασθῆναι φύσιν χαρισμάτων, φύσιν ἀγάπης. οὐχ ὅτι δυνατόν ἐστιν εἶναι χάρισμα, καὶ ταῦτα τηλικοῦτον, χωρὶς ἀγάπης· ἢ ὅτι δυνατὸν ἐν τῷ βίῳ τούτῳ εἰδέναι τινὰ πᾶσαν τὴν γνῶσιν χωρὶς ἀγάπης, ἢ ἔχειν πίστιν τηλικαύτην ὥστε ὄρη μεθιστάνειν· ἀλλὰ βουλόμενος παραστῆσαι ὅτι εἰ ἐν ζυγῷ τεθείη ἡ ἀγάπη, καθ' ὑπόθεσιν εἰρημένου τοῦ λόγου. δεῖ οὖν φησι μάλιστα ζηλοῦν τὴν ἀγάπην. Ἆρα δὲ ἄγγελοι
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.