Unit 9 rem early
Rem early: Unit 9; Pauline lemma and Origen’s theoria.
Greek
[Ὠριγένους] Καὶ τὰ ἄψυχα οὖν φωνὴν δίδω ιν, τινὰ μὲν αὐτῶν μετὰ ταύτης τῶν φθόγγων διαστολῆς, τινὰ δὲ αὖ ταύτης· πᾶν γὰρ σῶμα ἰδιότητα ἔχει φωνῆς, συγκροῦον ἑτέρῳ σώματι. 59 xiv 11 [Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.] [Ὠριγένους] Πᾶς ὁ λαλῶν τινι ἃ μὴ νοεῖ, ὁ ἀκούων δοκεῖ αὐτῷ βάρβαρος εἶναι, κἀκεῖνος τούτῳ. 60 xiv 12 [Οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκο δομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.] [Ὠριγένους] Τὸ περισσεύειν γίνεται τῇ τῶν χαρισμάτων ὑπεροχῇ ἐκ τοῦ τὰ πρὸς οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖν, ὡς ὅτι οὐ περισσεύει ἐν τοῖς χαρίσμασιν ὁ μὴ ζητῶν τὸ κοινωφελές. εἰκὸς γὰρ ὅτι ἀργεῖ ἡ ἐνέργεια τοῦ χαρίσματος ὅταν μὴ λάμπῃ ἔμπρο θεν τῶν ἀνθρώπων. διό, εἰ θέλομεν αὔξειν τὰ χαρίσματα, τῇ ὠφελείᾳ τῶν πλειόνων ἑαυτοὺς ἐπιδώσομεν. 61 xiv 13–14 [∆ιόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.] [Ὠριγένους] Ἐὰν μὴ ἔxv τὸ χάρισμα τοῦ διερμηνεύειν ὁ γλώσσῃ λαλῶν, κἂν μὴ οἱ ἄλλοι νοῶσιν ἀλλ' αὐτὸς νοεῖ τὰ ἀπὸ τοῦ πνεύματος αὐτῷ ἐμβαλλόμενα εἰς τὸ κινεῖσθαι λαλεῖν. ὅταν δὲ τὸ λαλούμενον νοηθείη παρ' ἄλλοις, τότε καρπὸς δοκεῖ οὗτος εἶναι τοῦ λαλοῦντος πρὸς τοὺς νοοῦντας. 62 xiv 15–17 [Τί οὖν ἐστιν; προσεύξωμαι τῷ πνεύματι, προσεύξωμαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομεῖται.] [Ὠριγένους] Καὶ διὰ τούτων τὸ κοινωφελὲς τῆς ἐκκλησίας διδασκόμεθα ζητεῖν. 63 xiv 18–9 [Εὐχαριστῶ τῷ θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. ἀλλ' ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.] [Ὠριγένους] Καὶ τὸ πνευματικῶς λαλεῖν τοὺς αἰσθητοὺς λόγους τὰς πέντε αἰσθήσεις τὸ κοινωφελές ἐστιν ζητεῖν· ὁ δὲ τῆς κατηχήσεως λόγος ὁ διὰ τῶν πέντε αἰσθήσεων ἐπὶ τῶν ἀκουόντων ἐν ἐκκλησίᾳ τέτακται, ὡς καὶ αὐτῶν ὑπὸ τῶν πέντε λόγων κατηχουμένων. οἱ γὰρ μὴ εἰδότες τὴν τῶν λεγομένων τρανότητα, ἀλλὰ μόνῃ τῇ ψιλῇ τῶν γραφῶν περιηχήσει προσέχοντες, κατηχούμενοι χρηματίζουσιν· οἱ δὲ τῆς τῶν φθόγγων δια τολῆ ἀκούοντες ἀπὸ τῆς γραφῆς οὗτοι οὐ κατηχούμενοι ἀλλὰ πιστοί. 64 xiv 20 [Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.] [Ὠριγένους] Ἐπειδὴ ἃ προστάσσει δυνατά ἐστιν, δυνατὸν ἡμᾶς τελείους γενέσθαι ταῖς φρεσίν. τοῦτο δὲ σχεδὸν ἑρμηνεύει τὸ Ἐὰν μὴ τραφῆτε καὶ γένη θε ὡ τὰ παιδία· στραφεὶς γὰρ γίνεται ὡς παιδίον ὁ τῇ κακίᾳ νηπιάζων. 65 xiv 21 [Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώ οι καὶ ἐν χείλε ιν ἑτέροι λαλή ω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰ ακού ονταί μου, λέγει Κύριος.] [Ὠριγένους] Καὶ τὸν προφητικὸν λόγον νόμον ἐκάλεσεν· ταῦτα δὲ τὰ ῥήματα εὕρομεν παρὰ Ἀκύλᾳ καὶ ταῖς λοιπαῖς ἐκδόσεσιν, οὐ μὴν παρὰ τοῖς ἑβδομήκοντα. 66 xiv 24–5 [Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προ κυνή ει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ὁ θεὸ ὄντω ἐν ἡμῖν ἐ τιν.] [Ὠριγένους] Ἐπειδὴ τὸ προφητικὸν χάρισμα ποιεῖ γινώ κειν τὰ κρυπτὰ τῆς καρδίας τοῦ ἀπίστου καὶ ἰδιώτου καὶ πλησιάζοντος αὐτοῖς, δῆλον ὅτι ὅταν ἔλθῃ τὸ τέλειον, τελείως γιγνώσκουσιν παντὸς ἰδιώτου καὶ ἀπίστου τὰ κρυπτά, εἰκὸς δὲ ὅτι τότε καὶ τοῦ ἁγίου ἀνθρώπου τὰ κρυπτὰ φανερὰ γίνεται τοῖς προφήταις, τάχα τοῖς μείζοσιν τὰ τῶν καταδεεστέρων. <καὶ> ὁ ὠφελούμενος εὐλαβεῖται ἐμβλέψαι εἰς τὸ πρόσωπον τοῦ θεοῦ· διὸ φανταζόμενος τὸν θεὸν πίπτει ἐπὶ πρόσωπον, καὶ τὴν ὑπεροχὴν καὶ τὴν δόξαν αὐτῷ διδούς, καὶ οὕτως προ κυνεῖ τῷ θεῷ. τὸ δὲ ἐλέγξαι καὶ ἀνακρῖναι τὰ κρυπτὰ τῆς καρδίας, ὅ ἐστι φανερὰ ποιῆσαι, χαρακτηρίζει ὅτι ὁ θεὸς ἐν τῷ πνεύματί ἐστι τῶν τοιούτων. εἰ δὲ καὶ τὰ λοιπὰ χαρίσματα σημεῖά ἐστι τοῦ ὄντω εἶναι θεόν, ἐν τίνι ζητητέον; 67 xiv 26–27 [Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.