Fragments on 1 Corinthians · §u09-rem-mid

Unit 9 rem mid

Rem mid: Unit 9; lemma continues; spiritual reading with the letter.

Greek

διερμηνευέτω.] [Ὠριγένους] Ὅταν συνέλθωμεν, πᾶσι τοῖς ἔχουσι χαρίσματα ἐπιτρεπτέον λαλεῖν τοῖς δυναμένοις διδάσκειν. 68 xiv 29 [Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέ τωσαν.] [Ὠριγένους] Ἄλλους λέγει τοὺς ἔχοντας χάρισμα διασαφεῖν τοὺς πνευματικοὺς τῶν προφητῶν λόγους, εἴ γε αὐτοὶ οἱ προφητεύοντες οὐκ ἔσχον τῆς διακρίσεως τὸ χάρισμα· ἐν ᾧ γὰρ οὐκ ἔχουσι τοῦτο εἰκὸς αὐτοὺς ὑπό τινος πονηροῦ πνεύματος ἠπατῆσθαι τοῦ μετα χηματιζομένου εἰ ἄγγελον φωτό , ὡς προφητικοῦ τυχόντας ἀξιώματος. 69 xiv 30–31 [Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν.] [Ὠριγένους] Οὐκοῦν οὐκ ἐξίσταντο οἱ προφῆται· ἐν αὐτοῖς γὰρ ἦν τὸ σιωπῆσαι καὶ ἐπι σχεῖν τὸ ἐπ' αὐτοῖς πνεῦμα. 70 xiv 32 [Καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται.] [Ὠριγένους] ∆ιὰ τοῦτο τὸ τῆς ὑποταγῆς εὐγνωμόνως ἐν σιώπῃ δηλοῖ· ὅτι τὰ πνεύματα δὲ τοῖς προφήταις ὑποτάσσεται, ἀλλ' αἱ ψυχαὶ τῶν προφητῶν προφητεύουσιν. 71 xiv 34–35 [Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτέτραπται λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν.] [Ὠριγένους] Ἐπειδὴ οἱ ἄνδρες κατὰ τὰς ἀρχὰς ἐξουσίαν εἶχον λαλεῖν καὶ τοὺς ἀκούοντας ὠφελεῖν, αἱ δὲ γυναῖκες περὶ ὧν ἐπηπόρουν ἠρώτων. νόμον δὲ λέγει τὸ ἐν τῇ Γενέσει εἰρημένον Πρὸ τὸν ἄνδρα ου ἡ ἀπο τροφή ου. 72 xiv 37–38 [Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι τοῦ κυρίου εἰσὶν ἐντολαί· εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.] [Ὠριγένους] Πνευματικός ἐστιν ὁ πάντα λόγον καὶ πάντα νοῦν δυνάμενος βασανίζειν, καὶ διὰ πολλὴν βαθύτητα νοῦ δυσδιάγνωστον ὄντα ὥστε μὴ δύνασθαι ἀνακρί νεσθαι. οὐ τοῦ τυχόντος δέ ἐστιν εἰδέναι ὅτι τὰ γραφόμενα ὑπὸ Παύλου τοῦ κυρίου ἐστίν, ἀλλὰ προφήτου <ἢ> πνευματικοῦ· οὐκοῦν ὁ μὴ εἰδὼς ὅτι τοῦ κυρίου ἐστίν, οὔτε προφήτης ἐστὶν οὔτε πνευματικός. ἄλλο δέ ἐστιν πιστεύειν καὶ ἄλλο γινώσκειν· οὐκοῦν ὁ ἀγνοῶν ὅτι τοῦ κυρίου ἐστίν, ἀγνοεῖ μήπω φθάσας εἰς τὸ κυρίως εἶναι τοῦ θεοῦ· ὁ γὰρ γινωσκόμενος ἀνακιρνᾶται τρόπον τινὰ τῷ γιγνώσκοντι αὐτόν. 73 xiv 31 [∆ύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται.] [Ὠριγένους] Κίνδυνός ἐστι τοῖς ἀναγινώσκουσιν ἁπλῶς ἀποφαίνεσθαι, ὁμοίως δὲ καὶ τοῖς ἀκούουσιν. ἄκουε γοῦν Παύλου λέγοντος Εἴ τι δοκεῖ ἐν ὑμῖν προφήτη εἶναι ἢ πνευματικό , ἐπιγινω κέτω ἃ γράφω ὅτι θεοῦ ἐ τιν· ὡς οὐ παντὸς ἐπιγινώ σκοντος τὰ τοῦ θεοῦ ἐὰν μὴ ᾖ προφήτη ἢ πνευματικό . διέγραψεν δὲ τὸν πνευματικὸν ὁ ἀπόστολος εἰπὼν Ὁ δὲ πνευματικὸ ἀνακρίνει τὰ πάντα, αὐτὸ δὲ ὑπ' οὐδενὸ ἀνακρίνεται. τίς δέ ἐστιν ὁ διακρίνων τὰ πάντα ἢ ὁ δυνάμενος πάντα λόγον ἐξετάζειν καὶ κρίνειν; οὗτος δὲ ὑπ' οὐδενὸ ἀνακρίνεται, διὰ τὸ βάθος τῶν νοημάτων αὐτοῦ μὴ καταλαμβανόμενος. ὁ γὰρ πνευματικὸς νοῦν ἔχει κυρίου. ὥσπερ οὖν παιδίον οὐ δύναται ἀνακρῖναι νοῦν ἀνδρὸς καὶ ἐξετάσαι τὰ νοήματα αὐτοῦ· οὐδὲ γὰρ τὴν ἀρχὴν παρακολουθεῖ τοῖς τοῦ ἀνδρὸς νοήμασιν ὁ βραχὺς παῖς· τὸν αὐτὸν τρόπον οὐδὲ ψυχικὸ δύναται εἰδέναι ποῖα τὰ τοῦ θεοῦ καὶ ποῖα οὐχί, μόνου δὲ πνευματικοῦ ἐστι τοῦτο τὸ ἔργον. Ἐγὼ πολλάκις ἐζήτουν κατ' ἐμαυτὸν τί δήποτε ὅτε οἱ προφῆται ἦσαν τοῦ θεοῦ καὶ οἱ ψευδοπροφῆται, οἱ ψευδοπροφῆται εὐδοκίμουν παρὰ τοῖς βασιλεῦσιν αὐτῶν παρὰ τοὺς προφήτας· καὶ τὰ μὲν βιβλία τῶν ψευδοπροφητῶν οὐκ ἐγράφη οὐδὲ ἐσώθη ἐν τῷ λαῷ, τὰ δὲ τῶν προφητῶν καταδικασθέντων, μισηθέντων, πεπονθότων ἃ ἴσμεν, ἦλθεν εἰς μέσον καὶ τετίμηται. τίς γέγονεν ἡ τούτων ἀρχή, ἀπὸ τοῦ ἀποστόλου ἀφορμὰς λαβὼν λέγω· ὅτι ἦν χάρισμα ἐν τῷ λαῷ ὥσπερ προφητεύειν, οὕτω διακρίνειν προφήτας. δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν· ἀφθονία ἦν τότε τῶν λεγόντων καὶ τῶν ἐπιτρεπομένων λέγειν. διὰ γὰρ τοῦτο ἐπέτρεψεν ὁ ἀπόστολος πᾶσι λέγειν ἐν ἐκκλησίᾳ· μικροῦ δεῖν καὶ ταῖς γυναιξὶν ἐπέτρεψε λαλεῖν, εἰ μὴ εἰρήκει τὸ ἑξῆς. 74 xiv 34–35 [Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπι τέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστι γυναιξὶ ἐν ἐκκλησίᾳ λαλεῖν.] [Ὠριγένους] Ὡς γὰρ πάντων λεγόντων καὶ δυναμένων λέγειν, ἐὰν ἀποκάλυψις αὐτοῖς γένηται, φησὶν Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. ταύτης δὲ τῆς ἐντολῆς οὐκ ἦσαν οἱ τῶν γυναικῶν μαθηταί, οἱ μαθητευθέντες Πρισκίλλῃ καὶ Μαξιμίλλῃ, οὐ Χριστοῦ τοῦ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.