Unit 10 rem early
Rem early: Unit 10; Pauline lemma and Origen’s theoria.
Greek
ὁμογενῶν τῶν ἀδελφῶν ὄντων· οὐ γὰρ ἄλλης φύσεως ὁ Ῥουβὶμ καὶ ἄλλης φύσεως ὁ Συμεὼν ἢ ὁ Λευῒ καὶ οἱ ἑξῆς. καὶ ἐπὶ τῶν ἄλλων πρωτοτόκων τὸ αὐτό. εἰ τοίνυν καὶ ὁ Ἰησοῦς πρωτότοκό ἐστιν ἐκ νεκρῶν, ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασιν τῶν ἀνισταμένων. εἰ δὲ ἐκεῖνος μὲν ἐφόρεσε σῶμα, καὶ ἡ ἀνάστασις αὐτοῦ μετὰ σώματος ἦν ὥστε αὐτὸν καὶ φαγεῖν ὡς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ. ἄλλως δὲ ἀνίστανται, ὡς οἴονται οἱ ἀπὸ τῶν αἱρέσεων, οἱ ἀνιστάμενοι τῶν πιστευόντων εἰς τὸν χριστόν. οὐ δύνανται παραστῆσαι πῶς Ἰησοῦς πρωτότοκό ἐστιν ἐκ τῶν νεκρῶν. εἰ γὰρ ύμμορφοι γεγόναμεν τῷ θανάτῳ τοῦ χριστοῦ, καὶ τῆ ἀνα τά εω αὐτοῦ σύμμορφοι ἐ όμεθα· καὶ πῶς διδάσκει λέγων ὁ Παῦλος Ὃ μετα χηματί ει τὸ ῶμα τῆ ταπεινώ εω ἡμῶν ύμμορφον τῷ ώματι τῆ δόξη τοῦ χριστοῦ. Ἀναιδῶς τοίνυν τινὲς παραδέχονται μὲν ὅτι ἐγήγερται Χρι τὸ ἐκ νεκρῶν, λέ γου ι δὲ ὅτι ἀνά τα ι νεκρῶν οὐκ ἔ τιν. διὸ φησὶν ὁ ἀπόστολος Εἰ δὲ Χρι τὸ κηρύ εται ἐκ νεκρῶν ὅτι ἐγήγερται, πῶ λέγου ιν ἐν ὑμῖν τινε ὅτι ἀνά τα ι νεκρῶν οὐκ ἔ τιν; κἂν μὴ τῷ στόματι λέγῃ τις, τῇ δὲ καρδίᾳ λέγει Ἀνά τα ι νεκρῶν οὐκ ἔ τιν, δυνάμει ἀθετεῖ καὶ τὴν Ἰησοῦ Χριστοῦ ἀνάστασιν. εἰ γὰρ τὸ καθ ολικὸν ψεῦδος, δῆλον ὅτι περιέχεται ἐν τῷ καθολικῷ καὶ ὁ εἷς ἀναστὰς ἐκ νεκρῶν. εἰ γὰρ οὐκ ἐγείρονται οἱ νεκροί, γέγονε δὲ καὶ ἐν νεκροῖς ὁ Ἰησοῦς, οὐκ ἐγήγερται οὐδὲ ὁ Ἰησοῦς· εἰ δὲ ἐκεῖνος ἐγήγερται, δι' ἐκείνου δηλοῦται ἡ ἀνάστασις τῶν νεκρῶν· εἰ μὴ τῷ ἀδυνάτῳ τοῦ πράγματος καθ' αὑτὸ ἀπιστῶμεν, ἐπιλανθανό μενοι τίς ὁ ἐπαγγειλάμενος. τί γὰρ ὡς ἐν ἀδυνάτοις, ἵν' οὕτως εἴπω, ἀδυνατώ τερον τὸ ζωοποιηθῆναι τὸ σῶμα ἢ οὐρανὸν ἐξ οὐκ ὄντων γενέσθαι ἢ ἥλιον ἢ τὰ λοιπὰ τῶν κτισμάτων; Ἐλθὲ δὲ καὶ ἐπ' αὐτὴν τὴν τοῦ ἀνθρώπου ἀρχήν· ἀναπόλ<η>σον αὐτοῦ τὴν ἀρχήν. δείκνυταί σοι σπέρμα ἀνθρώπου· εἰ ἔλεγέν τις Τοῦτο τὸ σπέρμα ἄνθρωπος ἔσται, μορφωθήσεται, ὀστᾶ ἔσται, ἀπὸ τούτου σάρκες, νεῦρα, φλέβες· περιπατήσει· ἀπὸ τούτου τοῦ σπέρματος τοῦ βραχέος, τοῦ εὐτελοῦς, ἄνθρωπος ἐπὶ γῆς διεγηγερμένος χρήσεται ὀργάνοις· οὐκ ἂν ἐλέγομεν ἀνόητον εἶναι τὸν ταῦτα ἡμῖν κηρύσσοντα, εἰ μὴ πεῖραν εἰλήφαμεν τούτου; ἵν' οὖν τολμήσω καὶ παραστήσω σοι τὴν ἀνάστασιν, καὶ μᾶλλον αὐτὴν παραδέξῃ πιστεύσας τῇ τελειότητι τοῦ θεοῦ. ὅπερ ἐκεῖνο τὸ σπέρμα ἦν πρὸς τοῦτο τὸ σῶμα τὸ ἐνεστηκός, νῦν τὸ παρεστηκός, τὸ γενικόν, τὸ σπεῖρον, τὸ ὄργανον γενόμενον λόγων καὶ ἔργων τῶν κατὰ δικαιοσύνην, τοῦτο τὸ σῶμα πρὸς ἐκεῖνο γίνεται· Ὁ κόκκο τοῦ ίτου ἐὰν μὴ πε ὼν εἰ τὴν γῆν ἀποθάνῃ, αὐτὸ μόνο μένει· ἐὰν δὲ πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ καὶ διασαπῇ, ἐκ τῆς διασήψεως τοῦ κόκκου τοῦ σίτου στάχυς ἑκατοντάκις γίνεται. ὅτι γὰρ τὸ σῶμά σου σπέρμα ἐστὶ τοῦ ἀναστησομένου, ἄκουε Παύλου λέγοντος· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρ ίᾳ· πείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· πείρεται ἐν ἀ θενείᾳ, ἐγείρεται ἐν δυνάμει· πείρεται ῶμα ψυχικόν, ἐγείρεται ῶμα πνευματικόν. ὁρᾷς ὡς ἐκεῖ ἐπὶ τοῦ σπέρματος εὐτελές <τι> καὶ οὐδενὸς λόγου ἄξιον ἐσπάρη, καὶ ἐγήγερται ἄνθρωπος ὡραῖος καὶ καλός· τὸν αὐτὸν τρόπον τοῦτο τὸ νεκρὸν κόκκος ἐστὶ σίτου τῷ θεῷ ὡς τὸ προαναστησόμενον. ὥσπερ οὖν εὐπόρησεν ὁ θεὸς ἀπὸ τοῦ κόκκου τοῦ σίτου στάχυν ποιῆσαι–οὐκ ἔξωθεν τῶν ἀφορμῶν τῶν ἐν τῷ σπέρματι τῷ βραχεῖ· ἀπὸ γὰρ ἐκείνου ἤγειρεν τὸν στάχυν, καὶ ἀφ' ἑκάστου σπέρματος ἐγείρει τὸ δυνάμει ἐνυπάρχον τῷ σπέρματι–οὕτως ἀπὸ σπέρματος μὲν ἀνθρώπου κατὰ τὴν ἀρχὴν γέγονεν οὗτος ὁ ἄνθρωπος. ἐὰν δὲ ἀποθάνῃ τὸ σῶμα αὐτοῦ, σπέρμα γίνεται τοῦ ἀναστησομένου ἐκ νεκρῶν ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. τὸ ἄπιστον δὲ τῇ ἀναστάσει τῇ ἀπὸ τῶν νεκρῶν ἴσον ὑπέλαβεν εἶναι ὁ ἀπόστολος τῷ μὴ πιστεύειν ὅτι ἐσόμεθα τὴν ἀρχὴν μετὰ τὴν ἔξοδον. διὸ τοῖς <μὴ> πιστεύουσιν ἀνάστασιν ἔσεσθαι νεκρῶν φησιν, ὡς μὴ ἄλλης κατ' αὐτοὺς ζωῆς παρὰ τὴν ἐνεστῶσαν, τὸ Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χρι τῷ ἠλπικότε ἐ μὲν μόνον, ἐλεεινότεροι ἐ μὲν πάντων ἀνθρώπων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς κατὰ τοὺς λέγοντας μὴ εἶναι ἀνάστασιν νεκρῶν, μηδὲ ζωῆς ὑπαρχούσης κατὰ τὸν βίον τοῦτον, φησὶ Τί καὶ ἡμεῖ κινδυνεύομεν πᾶ αν ὥραν; καθ' ἡμέραν ἀποθνή κω, νὴ τὴν ὑμετέραν καύχη ιν, ἣν ἔχω ἐν Χρι τῷ Ἰη οῦ τῷ κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς. δηλοῖ δὲ καὶ ἡ αἵρεσις τῶν Σαδδουκαίων ἀθετούντων τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅτι ἀκολουθεῖ αὐτοῖς τὸ μηδὲ ζῆν ὑμᾶς μετὰ τὴν παροῦσαν ζωήν. διόπερ ὁ Σωτὴρ πρὸς αὐτοὺς ἀπὸ τοῦ νόμου μόνον παράδειγμα λαμβάνει περὶ τοῦ εἶναι ἀνάστασιν τὴν ἐκ νεκρῶν ῥητὸν λέγων
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.