Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 10 opening
Unit 10.
Lemma-led open — πεπιστευκέναι ψευδεῖ· ἀλλὰ τὸ πεπιστευκέναι μέν, ἀληθεῖ δέ, ἔργον οὐκ ἔστιν· ἐν κρίσει δὲ
Greek
πεπιστευκέναι ψευδεῖ· ἀλλὰ τὸ πεπιστευκέναι μέν, ἀληθεῖ δέ, ἔργον οὐκ ἔστιν· <ἐν> κρίσει <δὲ> πιστεύειν· οἱ πρὸ καιρὸν πι τεύοντε καὶ ἐν καιρῷ πειρα μοῦ ἀφι τάμενοι, εἰκῇ πιστεύουσι· καίτοιγε οὐ ψευδῆ πεπιστεύκασιν ἀλλὰ τῷ ἀληθεῖ μέν, ἐπειδὴ δὲ οὐ βεβαίως πεπιστεύκασιν, διὰ τοῦτο ἐν καιρῷ πειρα μοῦ ἀφί τανται. καλῶς γὰρ πιστεύων τις οὐ πεσεῖται. 77 xv 5 [Καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα.] [Ὠριγένους] Ὠφθῆναι τοῖς δώδεκα λέγει τὸν κύριον μετὰ τὴν ἀνάστασιν· εἰκὸς γὰρ ἦν ὅτι παρῆν καὶ ὁ Ματθίας ὃς ἀντὶ τοῦ Ἰούδα κατέστη ἀπόστολος. 78 xv 9 [Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ.] [Ὠριγένους] Συνειδὼς ἑαυτῷ ὧν ἠλευθερώθη ἁμαρτιῶν φησὶν Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. 79 xv 10 [Χάριτι δὲ θεοῦ εἰμὶ ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν [Ὠριγένους] πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλ' ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί.] Εἰπὼν ὅτι ἡ χάρις αὐτοῦ οὐ κενὴ ἐγενήθη εἰς ἐμέ, ἐδίδαξεν ὅτι οἱ ἀναξίως ζῶντες τῆς χάριτος κενὴν αὐτὴν ἔλαχον. οὐχ ἡ χάρις δὲ κοπιᾷ, ἀλλ' οὕτως νοητέον· Οὐκ ἐγὼ τάδε πεποίηκα, ἀλλ' ἡ χάρις ἡ σὺν ἐμοί. 80 xv 11 [Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύ σατε.] [Ὠριγένους] Πάντων τῶν ἀποστόλων πληρ<ο>φορηθέντων περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ χριστοῦ βεβαία ἡ ἀπόδειξις, διὸ τὰ αὐτὰ λέγομεν· καὶ γὰρ καὶ ὑμεῖς οὕτως ἐπιστεύσατε. 81 xv 12–13 [Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσίν τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται.] [Ὠριγένους] Σαφής ἐστιν ἡ τοῦ Χριστοῦ ἀνάστασις μεθ' ἧς εἶχε σαρκὸς γεγονυῖα ἐκ τοῦ προκειμένου ῥητοῦ, οἱ δέ, οἱ ἑτερόδοξοι, ἀλληγοροῦν θέλουσιν τὴν τῶν ἀνθρώπων ἀνάστασιν· ἀλληγορήτωσαν καὶ τὴν τοῦ Σωτῆρος κακῶς τῷ ἑαυτῶν ἀθε τοῦντες τὸ ῥητόν. [[Μανixαίους λέγει τοὺς λέγοντας ὅτι ὁ ἀπαλλασσόμενος ἁμαρτιῶν οὕτως ἀνέστη ἐκ νεκρῶν.]] 82 xv 14 [Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν.] [Ὠριγένους] Ἐπειδὴ οὔτε κενὸν τὸ κήρυγμα οὔτε κενὴ ἡ πίστις δῆλον ὅτι Χριστὸς ἐγήγερται. ταῦτα δὲ ἐσημειωσάμεθα ὑποδεικνύντες ὅτι εἰ καὶ ᾔδει τοὺς διαλεκτικοὺς λόγους ὁ Παῦλος, ἀλλὰ φυσικῶς αὐτοῖς ἐχρήσατο· ἀπὸ γὰρ τῆς φύσεως καὶ συνηθείας ἡ διαλεκτικὴ τέχνη ἐσωματοποιήθη ὑπὸ τῶν φιλοσοφούντων. 83 xv 15–16 [Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. <εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται>, οὐδὲ Χριστὸς ἐγήγερται.] [Ὠριγένους] Εἰ κατὰ τοῦ θεοῦ ψευδομαρτυρεῖ ὁ λέγων ὅτι Χριστὸς ἀνέστη, οὐκοῦν καὶ πᾶς ὁ λέγων ὅτι ἀνάστασις νεκρῶν· εἰ δὲ ἀπαρχὴ τῶν κεκοιμημένων ἀνέστη Χριστός, δῆλον ὅτι καὶ νεκροὶ ἐγείρονται. 84 xv 20–23 [Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμη μένων ἐγένετο· ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται. Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι.] [Ὠριγένους] Ἐπεὶ οἱ ἀπὸ τῶν αἱρέσεων λέγοντες τὴν ἐκκλησιαστικὴν πίστιν καὶ μυκτη ρίζοντες ὡς ἀνοήτων πίστιν ἀθετοῦσιν τῷ ἔργῳ, εἰ καὶ μὴ τῷ λόγῳ, μὴ γίνεσθαι ἀνάστασιν λέγοντες ὡς ἡ ἐκκλησία πιστεύει· ὅρα πῶς αὐτοῖς ἀπαντητέον ἐκ τῆς ἀποστολικῆς ταύτης λέξεως καὶ ἐξ ἄλλων δὲ μυρίων. Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, ἢ οὐ; ἀλλὰ περὶ τούτου πᾶσα αἵρεσις συγκατέθετο. εἰ ἀνέστη Χριστὸς ἐκ νεκρῶν, πρωτότοκο δὲ ἐκεῖνός ἐστιν ἐκ νεκρῶν, οὐδεὶς δὲ πρωτότοκό ἐστιν ἑτερογενῶς, ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασιν αὐτοῦ τῇ ἀναστάσει τῶν ἀνισταμένων. οἷον· πρωτότοκός ἐστι Ῥουβίμ, υἱὸς ὢν τοῦ Ἰακώβ,
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.