We drive out demons and do not serve them
Then next he says of the Christians: “They will agree that these things exist in honour of certain beings, whether like or unlike them in form, but that those to whom they are dedicated are not gods but demons, and that whoever worships God must not serve demons.”
Yet if he had known the teaching about demons, and what each of them effects, whether summoned by those skilled in such things or giving himself of his own accord to whatever working he wishes and is able to perform, and if he had grasped the teaching about demons, which is vast and hard for human nature to comprehend, he would not have found fault with us for saying that whoever worships the God over all must not serve demons. And we are so far from serving demons that we even drive them out, by prayers and by the teachings drawn from the sacred writings, from human souls, and from the places where they have established themselves, and sometimes even from animals; for the demons often work certain things for the harm of these too.
Greek
Εἶθ᾿ ἑξῆς φησι περὶ Χριστιανῶν ὅτι συνθήσονται μὲν εἶναι ταῦτ᾿ ἐπὶ τιμῇ τινων, ἢ ὁμοίων ἢ ἀνομοίων τὸ εἶδος, οὔτε δὲ θεοὺς εἶναι, οἷς ταῦτ᾿ ἀνάκειται, ἀλλὰ δαίμονας, οὔτε χρῆναι θεραπεύειν δαίμονας ὅστις σέβει θεόν. καὶ εἰ ἠπίστατό γε τὸν περὶ δαιμόνων λόγον καὶ ὧν ἕκαστος αὐτῶν ἐνεργεῖ. εἴτε καλούμενος ὑπὸ τῶν περὶ ταῦτα δεινῶν εἴτε καὶ ἑκουσίως ἐπιδιδοὺς ἑαυτὸν ᾗ βούλεται καὶ δύναται ἐνεργείᾳ, καὶ διειλήφει τὸν περὶ δαιμόνων λόγον, πολὺν ὄντα καὶ δύσληπτον τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἂν ἐνεκάλεσεν ἡμῖν, φάσκουσιν ὅτι οὐ χρὴ θεραπεύειν δαίμονας ὅστις σέβει τὸν ἐπὶ πᾶσι θεόν. καὶ τοσοῦτόν γε ἀποδέομεν τοῦ θεραπεύειν δαίμονας, ὥστε καὶ ἀπελαύνειν αὐτοὺς εὐχαῖς καὶ τοῖς ἀπὸ τῶν ἱερῶν γραμμάτων μαθήμασιν ἀπὸ τῶν ἀνθρωπίνων ψυχῶν καὶ ἀπὸ τῶν τόπων. ἐν οἷς αὑτοὺς ἱδρύκασιν, ἔσθ᾿ ὅτε δὲ καὶ ἀπὸ τῶν ζῴων. πολλάκις γὰρ ἐπὶ τῇ λύμῃ καὶ τῶν τοιούτων ἐνεργοῦσί τινα οἱ δαίμονες.