Unit 2 rem early
Rem early: Unit 2; Pauline lemma and Origen’s theoria.
Greek
νῷ τοῦ κληρονομοῦντος καὶ τῇ ψυχῇ αὐτοῦ· οὐδὲν γὰρ τῶν ἔξωθεν συγκρίνεσθαι δύναται τελειότητι νοῦ θεωροῦντος κάλλη Σοφίας καὶ Λόγου Θεοῦ καὶ Ἀληθείας. τοῦτο μέντοιγε τὸ πνεῦμα τῆς ἐπαγγελίας τὸ ἅγιον, ὅπερ ἐστὶν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, ἐπὶ τοῦ παρόντος δίδοται τοῖς ἁγίοις, ἵνα ἀπολυτρωθῶσι καὶ περιποιηθῶσι τῷ Θεῷ, καταρτιζόμενοι εἰς ἔπαινον τῆς δόξης τοῦ Θεοῦ. τὸ δὲ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ πρὸς τῷ ἀποδεδομένῳ δύναται καὶ τοιοῦτο δηλοῦν, «ἐπὶ τῷ ἐπαινεῖν τὴν δόξαν τοῦ Θεοῦ ἕκαστος, νῦν μὲν τὸ πνεῦμα τῆς ἐπαγγελίας λαμβάνων ἀρραβῶνα τῆς κληρονομίας, ὕστερον δὲ αὐτὴν τὴν κληρονομίαν·» οὐ μέντοι (ὡς ἄν τις ὑπονοήσαι σημαίνεσθαι ἐκ τῆς λέξεως) ὡς χρῄζοντος τοῦ Θεοῦ τῶν ἐπαινούντων τὴν δόξαν αὐτοῦ, ἀλλ' ὡς μεγίστων ἀγαθῶν περιγινομένων τοῖς τεθεωρηκόσι τὸ ἐπαινετὸν τῆς δόξης τοῦ Θεοῦ καὶ μὴ δυναμένοις σιωπᾶν αὐτό, ἀλλ' ἀεὶ πρὸς τῷ εὐφραίνεσθαι ἐν τῷ ὑμνεῖν αὐτὸ γινομένοις. 9 Eph. i 15–17 [∆ιὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας.] [Ὠριγένης φησί] δόξει σόλοικον εἶναι τὸ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας εἰ μὴ ὡς ὑπερβατὸν αὐτὸ ἀποδῶμεν· διόπερ τὸ ἑξῆς τῆς συμφράσεως οὕτως ἔχειν οἰόμεθα διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως ὑμῶν καὶ τὰ ἑξῆς. εἰ ὁ πατὴρ ὑποκειμένου καὶ οὐσιώδους ἐστὶ πατήρ, λέγεται δὲ καὶ τῆς δόξης πατήρ, δηλονότι ἡ δόξα ὑποκείμενόν τί ἐστι καὶ οὐσιωμένον· καὶ μήποτε ὁ σωτὴρ ἡμῶν, ὥσπερ ἐστὶ Λόγο καὶ Σοφία καὶ Ἀλήθεια καὶ Εἰρήνη καὶ ∆ικαιο ύνη, οὕτω καὶ ∆όξα· καὶ εἴ ποτε ὦφθαι ἀναγέγραπται ∆όξα Θεοῦ, οὐκ ἄλλο τι νοητέον ὦφθαι ἢ τὸν υἱὸν τοῦ Θεοῦ. τὸ μὲν οὖν πνεῦμα τῆς σοφίας σοφὸν ποιεῖ, τὸ δὲ πνεῦμα τῆς ἀποκαλύψεως περιαιρεῖ ἀπὸ τῆς καρδίας τὸ κάλυμμα, ἵνα ἀνακεκαλυμμένῳ τις προ ώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενο τὴν αὐτὴν εἰκόνα μεταμορφῶται ἀπὸ δόξη εἰ δόξαν. οὐδεὶς οὖν μὴ σοφὸς ἔχει πνεῦμα σοφίας, καὶ οὐδεὶς τῶν ἡνίκα ἀναγινώ κηται Μω ῆ κάλυμμα ἔτι ἐχόντων ἐπὶ τὴν καρδίαν ἤδη εἴληφε τὸ τῆς ἀποκαλύψεως πνεῦμα· εἰ μὴ <ἄ>ρα τὸ πνεῦμα τῆς σοφίας προσότητι τῶν θεωρημάτων τῆς σοφίας διαφόρως σοφοὺς ποιεῖ, καὶ ποσότητι τῆς περιαιρέσεως τῶν ἐπὶ τοῖς γράμμασι καλυμμάτων οὐχ ὁμοίως διακονεῖ τὴν ἀποκάλυψιν ὧν περιαιρεῖται τὸ κάλυμμα. πρὸς τούτοις ἀκουστέον τὸ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας· εἰ γὰρ μὴ ταὐτόν ἐστι γνῶσις Θεοῦ καὶ ἐπίγνωσις Θεοῦ ἀλλ' ὁ ἐπιγινώσκων οἱονεὶ ἀναγνωρίζει ὃ πάλαι εἰδὼς ἐπελέληστο, ὅσοι ἐν ἐπιγνώσει γίνονται Θεοῦ πάλαι ᾔδεσαν αὐτόν· διόπερ μνη θή ονται καὶ ἐπι τραφή ονται πρὸ Κύριον πάντα τὰ πέρατα τῆ γῆ . ἐμφαίνει δὲ τὴν ἀσώματον φύσιν καὶ νοητὴν τοῦ ἡγεμονικοῦ ἡμῶν καὶ τοῦ ἀληθινοῦ φωτὸ τὸ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας. [i 18–20] εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερ βάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν. [Ὠριγένους] ἡ κλῆσις τοῦ Θεοῦ ἐλπίδα ἔχει, ἣν χρὴ γνῶναι ἀπὸ πολλῆς προσοχῆς βίου καὶ ἐντρεχείας νοῦ· καὶ ἡ κληρονομία αὐτοῦ πλοῦτον ἔχει δόξης πολλῆς ἐν τοῖς ἁγίοις ἄνω τόποις. ᾧ κατὰ τὴν εὐχὴν τοῦ Παύλου δίδοται τὸ πνεῦμα τῆς σοφίας καὶ τῆς ἀποκαλύψεως, αὐτὸς εἴσεται τὰ ἀποκείμενα τοῖς καλουμένοις καὶ θεωρήσει τὰ ἐλπιζόμενα, ὄντα πλοῦτον δόξης τῆς κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν δίδωσι τοῖς ἐπὶ τὴν ἁγίαν ταύτην καλουμένοις κληρονομίαν. ζητήσεις δὲ εἰ ἔστι καὶ αὐτὸς ὁ Θεὸς τῶν ἁγίων κληρονομία, ὡς καὶ οὕτως νοεῖσθαι τοὺς κληρονόμους τοῦ Θεοῦ, ἵνα, ὥσπερ λέγομεν κληρονόμους χωρίων καὶ κληρονόμους οἰκιῶν τὴν κληρονομίαν τάσσοντες ἐπὶ τῶν κτημάτων, οὕτως
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.