Fragments on Ephesians · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.

Greek

νοήσωμεν καὶ τοὺς κληρονόμους τοῦ Θεοῦ. καὶ ἔχεταί γε τοιαύτης διανοίας ὁ λέγων νόμος τοῖ δὲ υἱοῖ Λευῒ οὐ δώ ει κλῆρον ἐν μέ ῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι ἐγὼ μερὶ αὐτῶν, λέγει Κύριο , καὶ ἀλλαχοῦ Κύριο κληρονομία αὐτῶν. γίνεται τοίνυν ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας τοῦ Θεοῦ ἐν τῷ νῷ τῶν ἁγίων τὰ τοσαῦτα τῆς τοῦ Θεοῦ θεωρίας καὶ τοῦ Λόγου αὐτοῦ χωρησόντων ὑπερβάλλοντι μεγέθει δυνάμεως Θεοῦ τῷ εἰς τοὺς ἁγίους καὶ πιστεύοντας. οὐ γὰρ τῆς τυχούσης δυνάμεως ἀπὸ Θεοῦ ἡμῖν χρεία ἐστὶν εἰς τὸ εἰδέναι τί ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἀλλὰ μεγέθους δυνάμεως αὐτοῦ ἐγγινομένου εἰς ἡμᾶς τοὺς πιστεύοντας ἀπ' αὐτοῦ, καὶ ἐγγινομένου κατὰ τὴν ἐνέργειαν τῆς πάντων κρατούσης ἰσχύος αὐτοῦ, ἥτις κράτος ἰσχύος αὐτοῦ παρὰ τῷ Παύλῳ νῦν ὠνό μασται· ταύτῃ δὲ τῇ ἐνεργείᾳ τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ χρησάμενος ἐνήργησεν ἃ ἐνήργησεν ἐν τῷ Χριστῷ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. [i 20–23] καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομα ζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. σωματικῷ χαρακτῆρι ἡγητέον ταῦτα εἰρῆσθαι, οὐχ ὡς καθεδρῶν τινων ἢ θρόνων αἰσθητῶν κειμένων ἐν οὐρανοῖς ἐφ' ὧν καθέζεται ὁ πατὴρ καὶ ὁ υἱὸς ἐκ δεξιῶν τοῦ πατρός· οὕτω γὰρ νοοῦντες οὐκ ἂν τῆς θείας φύσεως ἀξίως ταῦτα λέγοιμεν. οὐδὲ γὰρ αὐτῷ Θεῷ σωματικῶς ὑπόκειται ἡ γῆ καθεζομένῳ ἐν οὐ ρανῷ, ὡς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. πῶς γὰρ ὁ οὐρανὸ θρόνο εἶναι δύνα ται, τῇ σπιθαμῇ αὐτοῦ μεμετρημένος; καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, καὶ αὐτὴ τῇ δρακὶ αὐτοῦ ἐμπεριειλημμένη; φησὶ γὰρ ὁ Ἠσαίας τί ἐμέτρη ε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν πιθαμῇ καὶ πᾶ αν τὴν γῆν δρακί; ἡγοῦμαι οὖν καὶ τὸ πλησίον εἶναι Θεοῦ καὶ τὸ πόρρω αὐτοῦ νοητά, πάντων μὲν τῶν ἁγίων καὶ κατὰ βούλημα τοῦ πατρὸς τῶν ὅλων βιούντων καὶ ἐγγιζόντων Θεῷ, τῶν δὲ ἀσεβῶν πόρρω αὐτοῦ τυγχανόντων, περὶ ὧν φησὶν ὁ προφήτης ἰδοὺ οἱ μακρύνοντε ἑαυτοὺ ἀπὸ οῦ ἀπολοῦνται. ὥσπερ οὖν νενόηται τίς ὁ πλησίον Θεοῦ καὶ τίς ὁ πόρρω αὐτοῦ, οὕτως ἡγητέον τοὺς μὲν ἁγίους ἐν τοῖς δεξιοῖς εἶναι αὐτοῦ λέγεσθαι τοὺς δὲ ἀσεβεῖς οἱονεὶ ἐν τοῖς ἀριστεροῖς, ὥσπερ καὶ ὁ σωτήρ φησι τή ει τὰ πρόβατα ἐκ δεξιῶν τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. ἀλλὰ καὶ τὸ καθίσας ἐν δεξιᾷ τοιοῦτόν ἐστιν «ἱδρύσας καὶ βασιλείαν αὐτῷ καὶ ἀρχὴν δωρησάμενος,» καθ' ἣν ἐπιστατεῖ καὶ ἄρχει τῶν ἁγίων, ὠφελῶν αὐτοὺς καὶ μεταδιδοὺς ἑαυτοῦ, ὁ ὑπεράνω πάντων γενόμενος Ἰησοῦς διὰ τὴν φιλάν θρωπον εἰς πάντα οἰκονομίαν. πολλὰ μὲν οὖν τὰ ἄρχοντα καὶ ἡγούμενα τῶν δεομένων τῆς παρ' αὐτοῦ ἐπιστασίας καὶ πολλὰ τὰ ἐξουσιάζοντα καὶ πολλὰ τὰ κυριεύοντα, πολλὰ δὲ καὶ τὰ τῆς ἰδίας δυνάμεως μεταδιδόντα, τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, τινὰ δὲ καὶ ἐν τῷ μέλλοντι ἐνεργήσοντα· οὐδὲν δὲ τούτων ἄρχει ἀρχὴν ἡλίκην ὁ υἱός. δεῖται γὰρ πάντα τὰ ἄρχοντα αὐτοῦ ἄρχοντος αὐτῶν· ἀλλὰ καὶ ἐξουσίαι βέλτιον ἐξουσιάσουσιν ὑπὸ τὴν ἐξουσίαν ὄντες τοῦ Χριστοῦ, ὑπερεχούσης τῆς τοῦ Θεοῦ δυνάμεως παρὰ πᾶσαν τὴν λοιπὴν δύναμιν· ἀλλὰ κἂν ἄγηταί τινα ἐπὶ συμφέρουσαν δουλείαν ὑπὸ τῶν καλῶς κυριευόντων, ἀνάγκη ταῦτα τὰ κυριεύοντα λαμβάνοντα τὴν ἐπιστήμην τοῦ κυριεύειν ἀπὸ τοῦ κυρίου τῶν κυριευόντων κυριεύειν ὧν κυριεύει. ὅθεν ὁ ἐγείρας ἐκ νεκρῶν τὸν Χριστὸν ἐκάθισεν αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· εἰκὸς γὰρ εἶναί τινα καὶ ἄρρητα καὶ ἀνεκδιήγητα κατὰ τὴν διάταξιν τῶν ὅλων ἡμῖν οὐ ληπτὰ ὀνόματα ὀνομαζόμενα, τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ <τινὰ> ἐν τῷ μέλλοντι. πόθεν δὲ τῷ ἀποστόλῳ τὰ ὀνόματα ταῦτα ἢ ἀπὸ τοῦ ἀποκαλύψαντος αὐτῷ ἁγίου πνεύματος; πῶς δὲ εἴρηται καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ἐξεταστέον, φανεροῦ ὄντος ὅτι μυρίοι ὅσοι εἰσὶν οἱ ἔτι ἀνυποτακτοῦντες τῷ Λόγῳ τοῦ Θεοῦ. οὔπω γὰρ ἔτι ὁρῶμεν τὰ πάντα ὑποτεταγμένα· καὶ τὸ δεῖ δὲ αὐτὸν βα ιλεύειν ἄχρι οὗ ἂν θῇ πάντα τοὺ ἐχθροὺ ὑπὸ τοὺ πόδα αὐτοῦ δηλοῖ τὸ μηδέπω πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ εἶναι. ὁ μὲν οὖν τις ἐρεῖ ὅτι κατὰ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.