Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; spiritual reading with the letter.
Greek
κληρωθέντες ἐν Χριστῷ. δόξει δὲ πρὸς τὸ πρότερον ἀποδεδόσθαι, διὰ τὸ πολλοὺς ἀνέμους εἶναι τῆς διδασκαλίας τοὺς κλυδωνίζοντας καὶ περιφέροντας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, σχεδὸν τοὺς πάντας ἢ τοὺς πλείστους. πλὴν φιλοτιμητέον ἐπὶ τὴν ἑνότητα τῆς πίστεως καταντῆσαι· καὶ πρὸς τῇ ἑνότητι τῆς πίστεως, γενέσθαι καὶ ἐν τῇ ἑνότητι τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ. ὧν ἐ<γ>γενομένων, πᾶσαν νηπιότητα ἀποθέμενοι ἄνδρες χρηματίσ<ο> μεν τέλειοι, τὸ μέτρον τῆς ἐν κρυπτῷ ἡλικίας ἄκρως ἀπειληφότες· ὅπερ μέτρον ἡλικίας πληρώματος μέτρον ἐστὶ τοῦ Χριστοῦ, πάντων τῶν ἐπὶ τὸ μέτρον τῆς προειρημένης ἡλικίας ἐφθακότων τὸ πλήρωμα τοῦ Χριστοῦ κεχωρηκότων, ὅτε οὐκέτι ἔσονται νήπιοι, οὐδὲ διὰ τὸ περὶ τῶν δογμάτων ἀνερμάτιστον καὶ ἀμφί βολον περὶ αὐτῶν ἐν νηπίων ἕξει περιπατοῦσιν, ὥσπερ ὑπὸ κλύδωνος τῶν ὑπὲρ ἑκάστου ψεύδους πιθανῶν περιφερόμενοι καὶ παντὶ ἀνέμῳ διδασκαλίας ἐπιδιδόντες ἑαυτούς· τινῶν μὲν ἀνθρώπων οὐ <πρὸς τὸ ψεύδεσθαι> διακειμένων ἀλλὰ κυβευτικῶς διδασκόντων, ἄλλων δὲ μετὰ πάσης πανουργίας καὶ ἐντρεχείας ἀπατώντων, τῷ τὴν πλάνην μεθόδοις χρῆσθαι μυρίαις καθ' ἡμῶν. καὶ ὅταν γε καταντήσωσιν οἱ ἅγιοι εἰς τὸν προειρημένον τέλειον ἄνδρα, τότε τῷ νενοηκέναι τὴν ἀγάπην ἀληθεύοντες ἐν αὐτῇ αὐξήσ<ουσιν> εἰς τὸν Χρίστον πάντα τὰ δοθέντα αὐτοῖς τῆς ἀληθείας σπέρματα, χρώμενοι ὡς σῶμα κεφαλῇ τῷ Χριστῷ. ἐπειδὴ δέ φησιν ἵνα μηκέτι ὦμεν νήπιοι, ζητοῦμεν πότερον ταῦτα κατὰ μετριότητα εἶπε, συμπεριλαμβάνων ἑαυτὸν οὐκ ὄντα νήπιον, ἢ ὁρῶν ὅσον ἀπολείπεται ὁ ἐκ μέρου γινώ κων καὶ ἐκ μέρου προφητεύων τῆς τελειότητος ἀληθῶς φησιν εἶναι νήπιος. πλὴν ὁ λέγων αὐτὸν κατὰ μετριότητα ταῦτα εἰρηκέναι, χρήσεται τῷ ὅτε ἤμην ὡς νήπιο , ἐλάλουν ὡ νήπιο , ἐφρόνουν ὡ νήπιο · ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. ὁ δὲ ἕτερος πρὸς τοῦτο ἀποκρινεῖται, ὅτι συγκρίσει μὲν τῶν πολλῶν ἐγεγόνει μὲν ὁ Παῦλος ἀνήρ, πρὸς δὲ τὰ ἀποκείμενα τοῖς ἁγίοις τέλη ἔτι νήπιος ἦν· καὶ πάντας γὰρ ὁ προφητικὸς λόγος παιδία ὀνομάζει λέγων ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεό . μετὰ ταῦτα ἐπιστήσεις εἰ μὴ κατὰ μετριότητα ὁ Παῦλος οὐ μόνον νήπιος εἶναί φησιν, ἀλλὰ καὶ κλυδωνιζόμενος καὶ περιφερόμενος παντὶ ἀνέμῳ διδα σκαλίας καὶ τὰ ἑξῆς. ὁ μέντοιγε καὶ τοῦτο λέγων μὴ ἀπὸ μετριότητος αὐτ<ῷ> εἰρῆσθαι, φήσει ὅτι ἄνθρωπος ἦν ὀξὺς καὶ εὐεπήβολος καὶ ἑώρα τοὺς ἐπὶ ἑκάτερα ἐπιχειρουμένους λόγους ἱκανοὺς ὄντας περισπάσαι καὶ ἐν κλύδωνι ποιῆσαι γενέσθαι τὸν θεωροῦντα τὰς πιθανότητας· διὰ τοῦτο δὲ καὶ ὡς ἄνθρωπος περιεφέρετο παντὶ ἀνέμῳ διδασκαλίας, οὐ κατασπώμενος μὲν οὐδὲ ναυαγῶν, ὥσπερ δὲ ναῦς παλαίων ποικίλοις πνεύμασιν· ἑώρα δὲ καὶ τοὺς τῶν ἀντικει μένων λόγους οἱονεὶ ἐν κυβείᾳ διδασκόντων οὐκ ὄντας εὐκαταφρονήτους ἀλλὰ πανουργότατα λεγομένους, ὥστε ἱκανοὺς εἶναι πλανῆσαι· καὶ ἤλπιζε τεύξεσθαί ποτε τῆς ἀπὸ τοῦ Θεοῦ βοηθείας πρὸς τὸ ἀποθέ θαι πάντα περισπασμὸν καὶ ἀληθεῦσαι ἀπερι πά τω καὶ ἐν ἀγάπῃ αὐξῆσαι εἰς τὸν Χριστόν, ὃν ᾔδει αὐτοῦ ὄντα κεφαλὴν καὶ παντὸς τοῦ τῆς ἐκκλησίας σώματος. 18 Eph. iv17–19 τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν π<ώ>ρωσιν τῆς καρδίας αὐτῶν, οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. [Ὠριγένης φησίν] ὅτε μὲν ὁ νοῦς ἤτοι πρὸς τοῖς βιωτικοῖς ἐστι, τῇ δυνάμει ἑαυτοῦ πρὸς ταῦτα καταχρώμενος, ἢ πρός τισι δόγμασιν ἀναπεπλασμένοις ὡς ἀληθέσιν, οὐκ οὖσιν ἀληθέσιν, ἐν ματαιότητί ἐστιν· ματαία γὰρ καὶ πᾶσα φροντὶς βιωτικὴ καὶ πάντες οἱ προσποιούμενοι εἶναι ἀλήθεια ψευδεῖς λόγοι· ὅτε δὲ ἡ διάνοια, ἥτις ἐστὶν διέξοδος λογική, ὑποσυγκέχυται, οὔτε τὴν φύσιν τῶν λεγομένων θεωροῦσα οὔτε ἐφέπεσθαι τοῖς ποικίλοις τῶν λεγομένων δυναμένη, τότε ἐσκοτῶσθαι εὐλόγως ἂν λέγοιτο. οὔτε οὖν ἐν ματαιότητι τοῦ νοὸς εἶναι δεῖ οὔτε ἐσκοτισμένους τῇ διανοίᾳ, ἵνα μὴ ἀπηλλοτριωμένοι τυγχάνωμεν τῆς ζωῆς τοῦ Θεοῦ, ἀγνοίας ἐνυπαρχούσης ἡμῖν καὶ πωρώσεως καρδίας. ταῦτα δὲ ἐὰν ἐπίπλεον νεμηθῇ τὴν ψυχὴν ἡμῶν–λέγω δὲ ματαιότης νοὸς καὶ σκότωσις διανοίας, τὰ ἀλλοτριοῦντα τῆς ζωῆς τοῦ Θεοῦ καὶ παρείσδυσιν διδόντα ἀγνοίᾳ πώρωσίν τε τῆς καρδίας
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.