Fragments on Ephesians · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; Pauline lemma and Origen’s theoria.

Greek

λέγεται ἐν ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος· τοῖς δὲ μηδέπω ἔχουσι τὴν ἑνότητα τοῦ πνεύματος λέγοιτο <ἂν> «σπουδάζοντες καταντᾶν ἐπὶ τὴν ἑνότητα τοῦ πνεύματος» ἢ «ποιεῖν τὰ τῆς ἑνότητος τοῦ πνεύ ματος.» τηρεῖται δὲ ἡ ἑνότης τοῦ πνεύματος, τῆς ἀγάπης συνδεούσης τοὺς κατὰ τὸ πνεῦμα ἑνουμένους καὶ εἰς ἓν σῶμα αὐτοὺς συναγούσης τοῦ Χριστοῦ. 17 Eph. iv5, 6 [εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς θεὸς καὶ πατὴρ πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν. ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.] [Ὠριγένης δέ φησι] διὰ τοὺς συγχέοντας πατέρα καὶ υἱὸν τὸ μὲν κύριος τέτακται ἐπὶ τοῦ υἱοῦ τὸ δὲ εἷς θεὸς ἐπὶ τοῦ πατρός· καὶ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου δὲ δύο διδόντας βαπτίσματα χρηστέον τῷ ῥητῷ ἓν βάπτισμα. πάντων δέ ἐστιν ὁ Θεὸς καὶ πατήρ, τῷ τινῶν μὲν εἶναι Θεὸς καὶ μὴ πατήρ, τινῶν δὲ Θεὸς καὶ πατήρ, ὡς εἴ τις δείξας δέκα τινὰς τὸν ἀριθμὸν ἀνθρώπους, ὧν οἱ μὲν πέντε τοῦδέ τινος υἱοί εἰσιν, οἱ δὲ πέντε δοῦλοι, ἔλεγεν «οὗτος τῶν δέκα κύριός ἐστι καὶ πατήρ.» πρὸς τούτοις ἐξεταστέον τὴν διαφορὰν τῶν προθέσεων, τῆς ἐπὶ καὶ τῆς διὰ καὶ τῆς ἐν. καὶ σωματικῇ γε εἰκόνι χρηστέον τοιαύτῃ· τόπῳ ὁ ἥλιος ἐπὶ πάντων ἐστι φέρ' εἰπεῖν τῶν ἐπὶ γῆς, ταῖς δὲ αὐγαῖς λέγοιτο ἂν εἶναι διὰ πάντων, εἰ δὲ καὶ εἰς τὸ βάθος ἑκάστου ἔφθανεν ἡ δύναμις τοῦ φωτὸς αὐτοῦ ἐλέγετο ἂν εἶναι καὶ ἐν πᾶσιν· οὕτως τοίνυν καὶ κατὰ τὰ νοητὰ τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ τοῦ ἐπὶ πάντων, τὸ δὲ διαρκὲς πρὸς ἕκαστον ἐν τῷ διὰ πάντων, τὸ δὲ καὶ φθάνειν ἐν πᾶσι τῆς δυνάμεώς ἐστι τοῦ Θεοῦ, ὥστε μηδένα εἶναι κενὸν πάντῃ αὐτοῦ διὰ τοῦ ἐν πᾶσιν. καὶ τ<ὸ> ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ οὕτω νενοῆσθαι νομίζομεν. οὐκ ἐκ μέτρου μὲν δίδω ι τὸ πνεῦμα καὶ τὴν χάριν ὁ Θεός, οὗ τῆ μεγαλω ύνη αὐτοῦ οὐκ ἔ τι πέρα · μέτρον δὲ δίδωσι φειδόμενος τῶν λαμβανόντων, μὴ χωροῦντος ἑκάστου πλέον οὗ συμφερόντως λαμβάνει. πλὴν ἐπεὶ χάρις ἐστὶν ἡ διδομένη–καὶ οὐκ ἐξ ἔργων ἐστίν, ἐπεὶ ἡ χάρι οὐκέτι γίνεται χάρι – δίδοται ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ· εἰ καὶ μὴ ἐξ ἔργων δέ, ἀλλ' ἐπί τινός γε τῶν ἐφ' ἡμῖν. ἐκ πί τεω γὰρ δίδοται ἡ χάρις, ἐπὶ τῷ συνεργούσης αὐτῆς τὴν πίστιν κατακοσμηθῆναι καὶ τοῖς ἔργοις, ὡς εἰπεῖν τὸν λαμβάνοντα τὴν χάριν καὶ ἡ χάρι αὐτοῦ ἡ εἰ ἐμὲ οὐκ εἰς κενὸν ἐγενήθη ἀλλὰ τοσόνδε ἐκοπία α. [ iv 11, 12] καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. ἐχομένως τῶν προκειμένων καὶ ταῦτα ἐπιφέρει. εἰ γὰρ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσίν ἐστιν ὁ Χριστός, ἀλλ' ἑκάστῳ τῶν ἁγίων ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ, ὥστε τοὺς μέν τινας εἶναι ἀποστόλους τοὺς δὲ προφήτας καὶ ἄλλους εὐαγγελιστὰς καὶ μετὰ τούτους ποιμένας καὶ ἐπὶ πᾶσι διδασκάλους. εἴπερ οὖν διδάσκαλον εἶναι χάρισμά ἐστι διδόμενον κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ, δηλονότι καὶ ποιμένα ποιμαίνοντα μετ' ἐπιστήμης χρὴ χάρισμα ἔχοντα ποιμαίνειν· πῶς δὲ καὶ εὐαγγελιστής τις ἔσται, οὗ μὴ εἰσὶν ὡραῖοι, ἵν' οὕτως εἴπω, οἱ πόδε τῆς ψυχῆς; ἵνα δὲ γένωνται, Θεὸν δεῖ ὡραιότητα αὐτοῖς παρασχεῖν· ἀλλὰ καὶ προφήτην ἀπί του ἐλέγχοντα καὶ ἀνακρίνοντα (τοιοῦτος γάρ ἐστιν ὁ τῆς καινῆς διαθήκης προφήτης), ὃν ἀπὸ Θεοῦ καθίστασθαι τῇ ἐκκλη ίᾳ νομιστέον. εἰ δὲ ταῦτα δυνατὸν ἀεὶ εἶναι ἐν τῇ ἐκκλησίᾳ, μήποτε καὶ ἀποστόλους, οἷς δίδοται τὰ ημεῖα τοῦ ἀπο τόλου κατεργάζε θαι, δυνατὸν εὑρεθῆναι καὶ νῦν. χρεία δὲ ἀποστόλων καὶ προφητῶν καὶ τῶν ἑξῆς εἰς τὸν καταρτισμὸν τῶν ἁγίων, ἵνα καταρτίζωνται κατὰ τὸ ἔργον τῆς Χριστοῦ διακονίας, ὅπως οἰκοδο μῆται <καὶ> ἐνεργῇται τὸ σῶμα τοῦ Χριστοῦ ἐκ τῶν ζώντων λίθων. [ iv 13–15] μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός. τίνες πάντες καταντήσομεν εἰς τὴν ἑνότητα τῆς πίστεως ζητητέον, πότερον πάντες ἁπαξαπλῶς ἄνθρωποι, ἢ ἡμεῖς οἱ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.