Fragments on Ephesians · §u06-rem-early

Unit 6 rem early

Rem early: Unit 6; Pauline lemma and Origen’s theoria.

Greek

ἐπιστήσεις δὲ αὐτοὺς καὶ ἐκ τοῦ τὸν Χριστὸν εἶναι δικαιο ύνην. ἐν μὲν οὖν τῷ εὐεργετικῷ ἐμφαίνεται ἡ ἀγαθωσύνη, ἐν δὲ τῷ κατ' ἀξίαν ἀπονεμη τικῷ ἡ δικαιοσύνη, ἐν δὲ τῷ ἐπιστημονικῷ τοῦ τῶν ὅλων λόγου ἡ ἀλήθεια. [v 10] δοκιμάζοντες τί ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. χρεία τοῦ μετὰ βουλῆς πάντα ποιεῖν, ἵνα περισκοποῦντες ἕκαστον τῶν πρακτέων ἀπὸ ἐξετάσεως τὰ μὲν δοκιμαστὰ καὶ εὐάρεστα τῷ Θεῷ παρα δεξώμεθα ὡς δόκιμοι τραπεζῖται, τὰ δὲ ἀδόκιμα καὶ δυσάρεστα αὐτῷ ἀποσειώ μεθα. ἐπεὶ δὲ ἀπήρτηται τὰ τῆς φράσεως, δοκεῖ μοι οὕτως ἂν ἀποκαταστῆναι, μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν, δοκιμάζοντες τί ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. εἰ καὶ ἦτέ ποτε σκότος, νῦν δὲ φῶς ὄντες ἐν Κυρίῳ ὡς τέκνα φωτὸς περιπατεῖτε, τοὺς καρποὺς ἐπιδεικνύμενοι τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ. [v 11a] καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους. καὶ ἐν ἄλλοις τὸ μὲν τοῦ καρποῦ ὄνομα ἔταξεν ἐπὶ τοῦ πνεύματος τὸ δὲ τοῦ ἔργου ἐπὶ τῆς σαρκός, εἰπὼν φανερὰ δέ ἐ τι τὰ ἔργα τῆ αρκό , ἅτινά ἐ τι πορνεία καὶ τὰ ἑξῆς, ὁ δὲ καρπὸ τοῦ πνεύματό ἐ τιν ἀγάπη χαρὰ εἰρήνη καὶ τὰ ἑξῆς. νῦν μέντοιγε τὰ τοῦ σκότους ἔργα ἄκαρπα εἶναί φησιν, οἷς κοινωνεῖ ὁ ποιῶν αὐτά. [v 11b] μᾶλλον δὲ καὶ ἐλέγχετε. ἐν ταῖς ἐντολαῖς εἶναι νομιστέον καὶ τὸ ἐλέγχειν· ὅπερ ποιήσει ὁ μὴ ἀκουσόμενος ἄν, ὑποκριτὰ ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ ου τὴν δοκὸν καὶ τότε διαβλέψει ἐκβαλεῖν τὸ κάρφο ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ ου. διόπερ καὶ οἱ προφῆται, μηδαμῶς ἐλέγχοις ὑπεύθυνοι τυγχάνοντες, ἤλεγχον τοὺς ἁμαρτάνοντας. [v 12] τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. τίνων αὐτῶν; οὐ πάνυ σαφῶς προεῖπεν· εἰ μὴ ἄρα τις ἀναφέρῃ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας τὴν λέξιν, ὥστε οὕτως αὐτὴν ἔχειν τὰ γὰρ κρυφῆ γινόμενα ὑπὸ τῶν υἱῶν τῆς ἀπειθείας αἰσχρόν ἐστι καὶ λέγειν, ἅτινα ἦν πορνεία καὶ ἀκαθαρσία. 26 Eph. v13 [τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦνται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ χριστός.] [Ὠριγένης δέ φησιν] ἐπείπερ τὰ ἐλεγχόμενα ἔργα τοῦ σκότους ὑπὸ τοῦ φωτὸς φανεροῦται, μεταβαλλόντων τῶν ἐλεγχομένων εἰς φῶς, λέγεται τοῖς καθεύδουσι καὶ ἐν νεκρότητι τυγχάνουσιν ἐκ τοῦ τὰ ἄκαρπα ἔργα τοῦ σκότους πεποιηκέναι τὸ ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ἁ χριστός. ζητήσαι δ' ἄν τις, τίς λέγει κατὰ τὸ ἐνθάδε γεγραμμένον διὸ λέγει Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. ὁ μὲν οὖν τις φήσει ἔν τινι τῶν προφητῶν ἀνεγνωκότα ταῦτα τὸν ἀπόστολον ἐνθάδε αὐτὸν ἀναγεγραφέναι. ἕτερος δὲ αὐτὸν τὸν ἀπόστολον προσωποποιεῖν τινα ἐκ τοῦ πνεύματος λεγόμενα εἰς προτροπὴν τὴν ἐπὶ μετάνοιαν. ἔτι δὲ ζητήσεις, πῶς τῷ αὐτῷ λέγεται ὡς μὲν ζῶντι καὶ καθεύδοντι ἔγειρε ὁ καθεύδων, ὡς δὲ τεθνηκότι τὸ ἀνάστα ἐκ τῶν νεκρῶν. μήποτ' οὖν ἐπείπερ ἔστι καὶ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπερ ἐπὶ κρείττονος τετηρήκαμεν λέγεσθαι, ἔστι δέ τι καὶ δεύτερον ἡ ψυχὴ τὸ καὶ νόσου καὶ θανάτου ἐκ τῶν ἁμαρτημάτων δεκτικόν, τὸ μὲν ἔγειρε ὁ καθεύδων λέγεται διὰ τὸ πνεῦμα, τὸ δὲ ἀνάστα ἐκ τῶν νεκρῶν διὰ τὴν ψυχήν· ἐπείπερ ψυχὴ ἡ ἁμαρτάνου α αὕτη ἀποθανεῖται, τοῦ δὲ πνεύματος οὐδαμοῦ εὕρομεν θάνατον. φῶ δὲ ὢν ἀληθινὸν ὁ χριστός ἐπιφαύσει τῷ ἐγειρομένῳ ἀπὸ ὕπνου καὶ ἀναστάντι ἐκ νεκρῶν. 27 Eph. v15– 17 βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. [Ὠριγένης φησίν] ὁ δοκιμάζων καθ' ἕκαστον ὧν λέγει καὶ πράττει καὶ ἐννοεῖ τὸ εὐάρεστον τῷ Κυρίῳ, δυνήσεται καὶ βλέπειν ἀκριβῶς ἐκ τῆς πολλῆς προσοχῆς πῶς περιπατήσει, ὁ δὲ βλέπων ἀκριβῶς πῶς περιπατήσει πάντως ἐστὶ σοφός. καὶ ἐπεὶ πρόθεσίν τινες ἔχουσι χρηστοτέραν, οὐ σοφοὶ δὲ τυγχάνοντες θέλουσι βλέπειν ἀκριβῶς πῶς περιπατοῦσι, προσέθηκε τὸ μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί· σοφίας δὲ ἔργον τὸ βλέπειν ἀκριβῶς καὶ τὰ ἠθικά. ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. οἱονεὶ ἑαυτοῖς τὸν καιρὸν ὠνούμενοι, ἔχοντα ὡς πρὸς τὸν ἀνθρώπινον βίον πονηρὰς ἡμέρας. ὅτε οὖν εἴς τι δέον τὸν καιρὸν καταναλίσκομεν, ὠνησάμεθα αὐτὸν καὶ ἀντηγοράσαμεν ἑαυτοῖς ὡσπερεὶ πεπραμένον τῇ τῶν ἀνθρώπων κακίᾳ· οὐδεὶς δὲ βιωτικώτερον ζῶν καὶ ἐν φροντίσιν ἢ μερίμναις τυγχάνων ἐώνηται ἑαυτῷ τὸν καιρόν, ἀλλ' ὁ μόνος εἴς τι

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.