Fragments on Ephesians · §u06-rem-mid

Unit 6 rem mid

Rem mid: Unit 6; lemma continues; spiritual reading with the letter.

Greek

δέον καὶ τὴν κτῆσιν τοῦ μακαρίου βίου ἀναλίσκων αὐτόν. ἐξαγοραζόμενοι δὲ τὸν καιρὸν ὄντα ἐν ἡμέραις πονηραῖς οἱονεὶ μεταποιοῦμεν τὰς πονηρὰς ἡμέρας εἰς ἀγαθάς, καὶ ὡσπερεὶ ἑαυτοῖς ποιοῦμεν αὐτὰς εἶναι οὐ τοῦ ἐνε τῶτο αἰῶνο ἡμέρας πονηρὰ ἀλλὰ τοῦ μέλλοντο αἰῶνο ἡμέρας ἀγαθάς. 〚[v. 17] διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. διὰ ποῖον τοῦτο, ἢ τὸ βλέπειν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί, μὴ γίνεσθε ἄφρονες; εἰ γὰρ ἔσεσθε ἄφρονες, ἀκριβῶς οὐ περιπατή σετε οὐδὲ ὡς σοφοί. προστάσσει δὲ αὐτοῖς τὸ τοῦ Κυρίου ἐξετάζειν θέλημα καὶ συνιέναι αὐτό, ἵν' ὅπου τι περὶ τοῦ πράττειν καταλάβοιεν, αὐτὸ πράττωσιν ὡς θέλημα Κυρίου, ὅπου δὲ πάσχ<ω>σι φέρ<ω>σιν αὐτὸ ὡς θελήματι γινόμενον Κυρίου.〛 28 Eph. v18 καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι. [Ὠριγένης φησί] δύναται μὲν καὶ ἁπλούστερον ταῦτα νοεῖσθαι, ἀσωτίας οὔσης ἐν τῇ χρήσει τοῦ μεθύειν ποιοῦντος οἴνου. δύναται δὲ καὶ οἶνος ἐν ᾧ ἐστὶν ἀσωτία νοεῖσθαι περὶ οὗ ἐν ᾠδῇ μεγάλῃ λέγεται θυμὸ δρακόντων ὁ οἶνο αὐτῶν καὶ θυμὸ ἀ πίδων ἀνίατο , ὅντινα πάντες οἱ ἐξιστάμενοι καὶ μεθύοντες τὸν λογισμὸν πίνουσι πολλὴν ἔχοντα τὴν ἀσωτίαν. πρὸς ἀντιδιαστολὴν δὲ ἐκείνου τοῦ οἴνου τοῦ μεθύσκοντος ἐν ᾧ ἐστὶν ἀσωτία ἐναντίος νοεῖται ὁ πεπληρωμένος πνεύματι καὶ πᾶν ὃ χωρεῖ τοῦ θειοτέρου λαμβάνων. πολλάκις δὲ τετηρήκαμεν τὸ ὄνομα τοῦ «πνεύματος» χωρὶς προσθήκης γεγραμμένον ὅτι ἐπὶ κρείττονος εἴρηται, ὅπερ καὶ ἐνθάδε σημαίνεται. 29 Eph. v19 [λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.] [Ὠριγένης δέ φησιν] οἱ μὲν ὕμνοι δύναμιν καὶ θειότητα καταγγέλλουσι τοῦ Θεοῦ, καὶ εἴη ἂν ὁ ἐπιστήμων τοῦ θεολογεῖν ἐν ὕμνοις πνευματικοῖς· τάχα δὲ ὁ περὶ τῶν πρακτέων διαλαμβάνων καὶ τῶν οἷς δεῖ ἐνεργεῖν διὰ τοῦ ὡς ψαλτηρίου ὀργάνου σωματικοῦ ἡμῶν, οὗτος ἐν ψαλμοῖς ἐστι πνευματικοῖς· ὁ δὲ ἄλλως φυσιολογῶν περὶ τῆς τοῦ κόσμου τάξεως καὶ τῶν λοιπῶν δημιουργημάτων, οὗτος ἐν ᾠδαῖς πνευματικαῖς. καὶ χρή γε ᾄδειν κατὰ τὴν φυσιολογίαν καὶ ψάλλειν κατὰ τὴν περὶ τῶν ἠθῶν διέξοδον τῷ Κυρίῳ διακείμενον γνησίως πρὸς τὰ λεγόμενα· τοῦτο γάρ ἐστι τὸ ψάλλειν καὶ ᾄδειν τῇ καρδίᾳ τῷ Κυρίῳ. [v 20] εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί. καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ φησί πάντοτε χαίρετε ἀδιαλείπτω προ εύχε θε ἐν παντὶ εὐχαρι τεῖτε. ταύτην δὴ τηρήσει τὴν ἐντολὴν ὁ διειληφὼς περὶ τῆς προνοίας φθανούσης καὶ ἐπὶ τὰ βʹ ἀ αρίων πωλούμενα πέντε τρουθία ὧν ἓν οὐ πίπτει εἰ παγίδα χωρὶ τοῦ ἐν οὐρανοῖ πατρό . τὸ δὲ ἐν παντὶ εὐχαριστεῖν καὶ ὑπὲρ πάντων εὐχαριστεῖν ἐστιν· οὐκοῦν καὶ ἐπὶ ταῖς περιστάσεσιν εὐχαριστητέον, ἐπείπερ καὶ αὗται τῶν ἐφ' οἷς δεῖ εὐχαριστεῖν εἰσιν· καὶ ὥσπερ δεῖ εὐχαριστεῖν τὸν ἐν τῷ κόσμῳ ἐν τῷ μεταλαμ βάνειν τοῦ κόσμου καὶ καταθεᾶσθαι τὸ κάλλος αὐτοῦ καὶ θεωρεῖν ὅσα καὶ οἷα γέγονε διὰ τὸ λογικόν, οὕτως καὶ ἐπὶ τοῖς ἐν μέρει εὐχαριστητέον. τὸν δὲ εὐχαριστοῦντα τῷ Θεῷ καὶ πατρὶ ἐν τῷ με ίτῃ Θεοῦ καὶ ἀνθρώπων εὐχαριστεῖν χρή, ὥστε ἡμᾶς ποιῆσαι τὸ ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εὐχαριστεῖν τῷ Θεῷ καὶ πατρί. [v 21] ὑποτασσόμενοι, φησίν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. πάνυ τοῦτο καθαιρετικόν ἐστι τοῦ φίλαρχον εἶναι καὶ φιλόπρωτον. πᾶσι γὰρ αὕτη δέδοται ἐντολή, ἐλεύθερο γὰρ ὢν ἐκ πάντων πᾶ ιν ἐμαυτὸν ἐδούλω α ἵνα πάντα κερδή ω. ἀλλὰ καὶ ἡ λέγουσα ἐντολὴ δουλεύετε ἀλλήλο<ι> προσ τάσσει τοῦτο. διόπερ διὰ τῆ ἀγάπη ἐδούλευ αν ταῖς ἐκκλησίαις οἱ ἀπόστολοι, λειτουργοῦντες καὶ ὑπηρετοῦντες τῇ τῶν ἀνθρώπων σωτηρίᾳ. καὶ αὐτὸς δὲ ὁ σωτὴρ τὴν δούλου μορφὴν ἀνείληφεν οὐ τοσοῦτον δι' ἄλλο τι ὅσον διὰ τὸ δεδουλευκέναι τοῖς μαθηταῖς, ὥστε καὶ βαλόντα ποτὲ αὐτὸν ὕδωρ εἰ τὸν νιπτῆρα πλύνειν τοὺ πόδα τῶν μαθητῶν. ἀλλὰ καὶ τὸ ὁ θέλων ἐν ὑμῖν εἶναι μέγα ἔ ται πάντων δοῦλο ὁ νοήσας ὑποτάσσεται κατὰ τὸ δουλεύειν οἷς δεῖ. ἔξεστι μέντοιγε τὸν δουλεύοντα, ποιοῦντα ἐν τῷ δουλεύειν τὰ πρόσφορα τοῖς δουλευομένοις, δοκεῖν μὴ ὑποτάσσεσθαι, ὅτε παρὰ τὸ μὴ ἐπίστασθαι τὰ συμφέροντα οἱ δουλευόμενοι ἐπιτάσσουσι τοῖς δουλεύειν ἐθέλουσι ποιεῖν τὰ μὴ κατάλληλα αὐτοῖς. πλὴν καὶ τότε ὁ πρὸς τὸ συμφέρον ποιῶν καὶ δουλεύει καὶ ὑποτάσσεται τῇ χρείᾳ τοῦ ᾧ δουλεύει, διὰ τὸν κατὰ τὸν λόγον τοῦ Θεοῦ ἀπαθῆ καὶ μακαριοποιὸν φόβον. τοῦτο γὰρ νομίζω

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.