Unit 7 rem close
Rem CLOSEOUT: Unit 7 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
δεήσει περὶ πάντων τῶν ἁγίων καὶ ὑπὲρ ἐμοῦ. ὁ ὑγιαίνων λόγο ἀπὸ θείου πνεύματος ῥεῖ, ὁ δὲ ἐναντίο ἐκ τῆς γῆς λαλεῖ· ὁ γὰρ ὢν ἐκ τῆ γῆ ἐκ τῆ γῆ ἐ τι καὶ ἐκ τῆ γῆ λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχό μενο ἐπάνω πάντων ἐ τίν· καὶ ὃ ἑώρακεν καὶ ἤκου εν τοῦτο μαρτυρεῖ. ὁ δὲ ἐκ τοῦ πνεύματος λόγος μάχαιρά ἐστιν, διόπερ ἐνταῦθά φησιν ὁ Παῦλος τὴν μάχαιραν τοῦ πνεύματος εἶναι ῥῆμα Θεοῦ· ζῶν γὰρ ὁ λόγο τοῦ Θεοῦ καὶ ἐνεργὴ καὶ τομώτερο ὑπὲρ πᾶ αν μάχαιραν δί τομον καὶ διικνούμενο ἄχρι μερι μοῦ ψυχῆ καὶ πνεύματο τέμνει τε καὶ διαιρεῖ, ἀνύων καὶ διὰ τῆς προσευχῆς καὶ δεησέως τοῖς ἐν παντὶ καιρῷ προσευχομένοις καὶ προσευχομένοις πνεύματι κατὰ τὸ προ εύξομαι πνεύματι· καὶ ἀνύει τοῖς ὑπὲρ τοῦ πλουτῆσαι ἐν ῥήματι Θεοῦ ἀγρυπνοῦσι, καὶ προσκαρτεροῦσι τῇ τούτου κτήσει, ἐπὶ τῷ καὶ ἄλλους ὠφελῆσαι καὶ τοῖς ὠφελοῦσι διὰ τῶν εὐχῶν ἐνεργῆσαι. παρατήρει δὲ καὶ τὸ τοῦ ἀποστόλου μέτριον, αἰτοῦντος ἀπὸ τῶν Ἐφεσίων δεήσεις γενέσθαι ὑπὲρ αὐτοῦ. 36 Eph. vi19b [ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου.] [Ὠριγένης] ὅταν ἀνοιχθῇ τὸ στόμα δοθέντος λόγου, τότε παρρησίᾳ γνωρίζεται τὸ μυστήριον τοῦ εὐαγγελίου καὶ οὐκέτι ἐν παροιμίαις καὶ παραβολαῖς, ὡς καὶ ὁ σωτήρ φησιν ἔρχεται ὥρα ὅτε οὐκέτι ὑμῖν ἐν παροιμίαι λαλή ω ἀλλὰ παρρη ίᾳ περὶ τοῦ πατρὸ ἀπαγγελῶ ὑμῖν. τὸν δὲ ἐν παρρησίᾳ λόγον μόνος καὶ πᾶς χωρῆσαι δύναται ὁ τὴν καρδίαν ἔχων μὴ καταγινώσκουσαν, ἐπεὶ ἐὰν ἡ καρδία μὴ καταγινώ κῃ, παρρη ίαν ἔχομεν πρὸ τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ' αὐτοῦ. ὅθεν καὶ σπάνιος ὁ ἐν παρρησίᾳ γνωρίζων τὸ μυστήριον τῷ σπάνιον εἶναι τὸν παρρη ίαν ἔχοντα πρὸ Θεόν. τί γὰρ καυχή εται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τί παρρη ιά εται καθαρὸ εἶναι ἀπὸ ἁμαρτιῶν; [vi 21–22] ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. ἐπεὶ πᾶς ὁ τοῦ ἀποστόλου βίος καὶ πᾶσα πρᾶξις αὐτοῦ καὶ ἐνέργεια Λόγῳ Θεοῦ ἐγίνετο, ζῶντο ἐν αὐτῷ τοῦ Χρι τοῦ, διὰ τοῦτο πέμπει τὸν Τύχικον, τὸν κανόνα τοῦ βίου καὶ τὴν τάξιν τῶν πράξεων αὐτοῦ ἀπαγγελοῦντα τοῖς Ἐφεσίοις· καὶ ἔπρεπέ γε τῷ ἀποστόλῳ, ὑπὲρ τοῦ ἔχειν παράδειγμα πολιτείας ἀγαθῆς τοὺς Ἐφεσίους, πέμψαι δι' αὐτὸ τοῦτο τὸν Τύχικον. ἔμελλον δὲ καὶ παρακαλεῖσθαι, τὰ ἄριστα καὶ τὰ ἀποστόλῳ ἁρμόζοντα κατορθοῦσθαι μανθάνοντες τῷ Παύλῳ. 37 Eph. vi23 [εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.] [Ὠριγένης φησίν] εἰ καί τι ἄλλο δῶρόν ἐστι διδόμενον ἀπὸ Θεοῦ πατρὸς καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰρήνη· ὅπερ ἓν τῶν τιμιωτάτων ἐστὶ δώρων, ἡ ὑπερέχου α πάντα νοῦν, ἥτις φρουρή ει τὰ καρδία καὶ τὰ νοήματα τῶν ἁγίων, γαλήνη τις καὶ εὐδία οὖσα ψυχῆς, παντὸς χειμῶνος καὶ πάσης ἀκαταστασίας καὶ πάθους ἀλλοτρία. ὁμοίως δὲ τῇ εἰρήνῃ καὶ ἡ μετὰ πίστεως ἀγάπη δῶρόν ἐστι διδόμενον ἀπὸ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἀγάπη δὲ πρὸς Θεὸν μὲν ὡς γέγραπται ἐξ ὅλη καρδία καὶ τῶν ἑξῆς, πρὸς τὸν πλη ίον δὲ ὡς ἑαυτόν· ἀλλὰ καὶ πρὸς τοὺ ἐχθροὺ ὁ λαβὼν δῶρον τὴν ἀγάπην ἐπιφαίνει αὐτήν, οὐδένα μισῶν καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων εὐχόμενος. [vi 24] ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. διηγήσαντό τινες εἶναι τὸ ἀγαπᾶν αὐτὸν ἐν ἀφθαρσίᾳ, καθαρεύοντα ἀπὸ τῶν ἔργων τῆς φθορᾶς· ἔργα δὲ τῆς φθορᾶς ἐστι τὰ κατὰ τὴν συνουσίαν, ὅθεν καὶ ἡ συνήθεια «ἀφθόρους» ὀνομάζει τοὺς καθαροὺς ἀπὸ συνουσίας, καὶ «ἐφθαρμένους» τοὺς μίξεως γευσαμένους. ὑπερτείνοντες δέ τινες τὸ εἴ τι τὸν ναὸν τοῦ Θεοῦ φθείρει φθερεῖ αὐτὸν ὁ Θεό οὕτως ἐδέξαντο· οὐ δυνάμενοι τούτῳ ὁμοίως σῶσαι τὸ ἀλλὰ ἕκα το ἴδιον ἔχει χάρι μα ἐκ Θεοῦ, ὁ μὲν οὕτω , ὁ δὲ οὕτω . ὅρα δὲ εἰ δύναται πᾶσα μὲν ἁμαρτία φθορὰ εἶναι ψυχῆς, ἡ δὲ παντελὴς αὐτῆς ἀποχὴ ἀφθαρσία· ὥστε τοὺς ἀγαπῶντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ εἶναι τοὺς πάσης ἁμαρτίας ἀπεχομένους· μεθ' ὧν πάντων ἐστὶ τοῦ Θεοῦ χάρις. ὡς ὄντων μέντοιγέ τινων τῶν ἀγαπώντων μὲν τὸν Κύριον, οὐ μὴν ἐν ἀφθαρσίᾳ ἀγαπώντων αὐτόν, φησὶν ὁ Παῦλος ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.