Unit 7 rem mid
Rem mid: Unit 7; lemma continues; spiritual reading with the letter.
Greek
οὖν ἐστιν ἡμῖν πρὸς ἐξουσίας οὐχ ὁρατάς τινας καὶ σαρκίνας, καὶ κοσμοκράτορας τοῦ περιέχοντος τὸ τῶν ἀνθρώπων γένος σκότους, καὶ πρὸς τὰ τῆς πονηρίας πνεύματα οἰκοῦντα τὸν ἐπουράνιον τόπον, τουτέστιν τὸν ἀέρα· καὶ ἐν ἄλλοις γοῦν εἶπεν ἐν οἷ περιεπατή ατέ ποτε κατὰ τὸν αἰῶνα τοῦ κό μου τούτου, κατὰ τὸν ἄρχοντα τῆ ἐξου ία τοῦ ἀέρο , τοῦ πνεύματο τοῦ νῦν ἐνεργοῦντο ἐν τοῖ ἀπειθεία . ἔοικεν γὰρ ὁ περικεχυμένος ἡμῖν ἀὴρ πεπληρῶσθαι δυνάμεων ἀντικειμένων. 34 Eph. vi13 ἵνα δυνηθῆτε ἀντιστῆναι, φησί, ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ. [Ὠριγένης] ὁ ἀντιστῆναι ζητῶν ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ ὀφείλει ἔχειν τὴν πανοπλίαν τοῦ Θεοῦ ἣν ἐξέθετο ὁ ἀπόστολος, δι' ἣν ὁ ἐξ ἐναντία ἐντραπή εται οὐδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον ὁ διάβολος καὶ κατήγορο τῶν ἀδελφῶν ἡμῶν καὶ ἀπατῶν ὡς ἰδίους καὶ τῆ μερίδο αὐτοῦ γεγενημένους τοὺς ἁμαρτωλούς. ἄλλος δέ τις ἐρεῖ τὸν ἐνεστῶτα αἰῶνα εἶναι πονηρὰν ἡμέραν. τρίτος δὲ παρὰ τὰς δύο ἐκδοχὰς ἔσται τις λόγος λέγων μὴ πέρας ἔχειν τὸν ἀγῶνα τῷ τὸν βίον τοῦτον ἐξεληλυθότι, ἀλλὰ καὶ τὸν ἐνταῦθα νενικηκότα καὶ ἐν ἄλλῃ πονηρᾷ ἡμέρᾳ μέλλειν ἀγωνίζεσθαι πρὸς τὰς ἀντικειμένας ἐνεργείας ἐπιφαινομένας. [vi 14] στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. καὶ ἐν τῷ κατὰ Λουκᾶν γέγραπται ἔ τω αν αἱ ὀ φύε ὑμῶν περιεζω μέναι. τίς δὲ ἡ ζώνη νῦν γινώσκομεν· ὁ τὰ τῆς γεννήσεως συστείλας πράγματα καὶ μηκέτι αὐτῇ ὑπηρετῶν ἀλλὰ σπεύδων ἐπὶ τὴν ἀθανασίαν, τὴν ὀσφὺν ζώννυται. [vi 14] καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης. ὥσπερ δυσπαθέστερός ἐστιν βαλλόμενος ὑπὸ τῶν ἐχθρῶν ὁ θώρακα ἐνδυσάμενος, καὶ μάλιστα κατὰ τὰ καιριώτερα δυσπαθέστερος, οὕτως ὁ τὴν δικαιοσύνην ἠμφιεσμένος οὐκ ἂν τρωθείη οὔτε ὡ ἔλαφο τοξεύματι πεπληγὼ εἰ τὸ ἧπαρ, οὔτε γὰρ εἰς θυμὸν οὔτε εἰς ἐπιθυμίαν ἐμπεσεῖται, ἀλλὰ καὶ καθαρὸ τὴν καρδίαν μενεῖ, τῷ ἐνδεδύσθαι τῆς δικαιοσύνης τὸν θώρακα κεχαλκευμένον αὐτῷ ἀπὸ τοῦ τεχνίτου τῶν ὅλων Θεοῦ, ὅστις ἑκάστῳ τῶν ἁ<γ>ίων κατασκευάσα<ς> δίδωσι τὴν πανοπλίαν. [vi 15] καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης. παρατήρει ὅτι δύναμίν τινα τῆς ψυχῆς πόδας ὠνόμασεν, οἷς οἱονεὶ ὁδεύομεν βαδίζοντες τὸν εἰπόντα ἐγώ εἰμι ἡ ὁδό , οὕστινας ὑποδῆσαι δεῖ τῇ ἑτοιμότητι τοῦ τῆς εἰρήνης εὐαγγελίου. οἶμαι δὲ τούτων τῶν ὑποδημάτων σύμβολα εἶναι τὰ ἐν τῇ Ἐξόδῳ ἀναγεγραμμένα ὑποδήματα ἅπερ ἐχρῆν ἔχειν τοὺς ἐσθίοντας τὸ πάσχα καὶ ἑτοίμους ὄντας πρὸς τὴν ὁδοιπορίαν. οὕτω γάρ φησι, φάγε θε αὐτό· αἱ ὀ φύε ὑμῶν περιεζω μέναι καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖ πο ὶν ὑμῶν καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖ χερ ὶν ὑμῶν, καὶ ἔδε θε αὐτὸ μετὰ πουδῆ · πά χα ἐ τὶ Κυρίου. ἑτοιμότητος γὰρ καὶ τὸ ἐσθίειν μετὰ πουδῆ καὶ τὸ ὑποδεδεμένον ἐσθίειν, ἵνα ἰσχυροποιηθέντες ὑπὸ τῶν τροφῶν ὁδεῦσαι δυνηθῶσιν. ὁ μὲν οὖν ὁδεύων ὑποδεδέσθω, ὁ δὲ φθάσας ἐπὶ τὴν ἁγίαν γῆν ὑπολυέσθω· λῦ αι γάρ, φησί, τὸ ὑπόδημα ἐκ τῶν ποδῶν ου, ὁ γὰρ τόπο ἐν ᾧ ἕ τηκα γῆ ἁγία ἐ τί. διὰ τοῦτο ὁ μὲν μὴ ἀπόστολος ὑποδεδέσθω τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· ὁ δὲ ἀπόστολος μηκέτι ὑποδήματα αἰρέτω εἰ ὁδόν, ἤδη τελειωθεὶς καὶ ὢν ἐν τῷ τόπῳ ὅπου καὶ ἑ τηκὼ καὶ περιπατῶν ἐν γῇ ἁγίᾳ ἐστί, ζῶν ἐν Χριστῷ. 35 Eph. vi16 [ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.] [Ὠριγένης φησί] βέλη τοῦ πονηροῦ οἱ πονηροί εἰσι διαλογισμοί· οὐδὲ τὴν ἀρχὴν οὖν βαλεῖν εἰς τὴν καρδίαν δυνήσεται, ἐπάν τις <ᾖ> σκεπόμενος τῷ τῆς πίστεως θυρεῷ, σβεννυμένων πάντων τῶν πεπυρωμένων τοῦ ἐχθροῦ βελῶν ἐν αὐτῷ· ἐρεῖ δὲ ὁ τὸν θυρεὸν τῆς πίστεως περικείμενος ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶ ἐρεῖτε τῇ ψυχῇ μου, μετανα τεύου ἐπὶ τὰ ὄρη ὡ τρουθίον; ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμα αν βέλη εἰ φαρέτραν, τοῦ κατατοξεῦ αι ἐν κοτομήνῃ τοὺ εὐθεῖ τῇ καρδίᾳ. πεποιθότο γάρ μου, φησίν, ἐπὶ τῷ Κυρίῳ, πῶ μοι συμβουλεύετε μὴ ἵστασθαι πρὸς τὰ ὑπὸ τῶν ἁμαρτωλῶν ἐντεινόμενα κατ' ἐμοῦ τόξα καὶ ἑτοιμαζόμενα ὑπ' αὐτῶν βέλη ἐν φαρέτραι , θελόντων τρῶσαι τοὺ εὐθεῖ τῇ καρδίᾳ; ἰδοὺ γὰρ καὶ ἕστηκα καὶ οὐ μεταναστεύω, καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα ὅσον οὔπω σβεσθήσεται. [vi 17b, 18, 19a] καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.