Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
θάνατον ἐπιποθεῖ, διὰ τὰς ἀνω τέρω λεχθείσας αἰτίας. Πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ· καὶ περὶ τῶν ἤδη προγεγονότων φιλοσοφεῖ, καὶ πληροφορεῖ τὸ μέλλον. Τοιαῦται γὰρ ἀεὶ τῶν ἁγίων προφητῶν αἱ ῥήσεις. Ἐπὶ δὲ αὐτῶν τῶν λέ ξεων γενόμενοι, σαφηνίσωμεν τὴν διάνοιαν, αὐτοῦ ποδηγοῦντος πρὸς τὴν ἑρμηνείαν, τοῦ καὶ τὸν ἅγιον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος. Στίχ. αʹ. Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ. Ὅτι δίκαιος ἀνοίγει τὸ στόμα, οὐχ ἁπλῶς οὑτωσὶ προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὰ ἐκ τῶν λόγων ἀναζητεῖν ὠφέλειαν. Μεστὰ γὰρ ἀεὶ ὠφε λείας τὰ τοιαῦτα ῥήματα τῶν ἁγίων· καὶ ἀνοίγων τὸ στόμα δίκαιος, κεκρυμμένους δημοσιεύει θησαυ ρούς. ∆ιὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπι στέλλων φησί· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ περὶ τοῦ Κυρίου γέγραπται ὅτι Ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκε. Καὶ ἁπλῶς ἐκεῖνος μαρτυρεῖται στόμα ἀνοίγειν, ὁ σιωπῆς μέτρα πρότερον διδαχθείς. Οὐκοῦν καὶ Ἰὼβ ἀνοίγει τὸ στόμα 17.69 μετὰ τοῦτο· τουτέστι μετὰ τὸ μέγα τρόπαιον, μετ' ἐκεῖνα τὰ πάθη, οὐκ ἀβασανίστως φθέγγεται περιαλ γῶν τῷ σώματι, τῆς γλώσσης φθανούσης τὸ τῆς φρο νήσεως ἔνθεσμον, ἀλλὰ σωφρονῶν καὶ ταῖς φωναῖς ὑποδείκνυται. ∆ηλοῖ δὲ καὶ τὴν γαλήνην τῆς ψυχῆς καὶ τῶν ῥημάτων τὸ ἐμπρεπὲς ἡ τοῦ ἀνοῖξαι τὸ στόμα αὐτοῦ μαρτυρία. ΚΕΦ. ΙΘʹ. Στίχ. αʹ. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμα σιν, κάμνειν ποιεῖν τὰ βαστάζοντα· οὕτως εἰσί τι νες λόγοι βαρεῖς, οὓς ἀκούσας τις κάμνει. Ὡς ὑπὸ βάρους πιεζόμενος, τῆς δυνάμεως τῶν λόγων τῶν οὐ κακῶς, καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίας εἰρημέ νων ὑπὸ τῶν ἄλλων δύο μετὰ Βαλδὰδ ἐληλυθότων, οἱονεὶ φορτίου αἴσθησις βαρέος, ὁ Ἰώβ φησι καμὼν τῇ ψυχῇ ἐφ' οἷς εἰρήκασιν· Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; –Καὶ μετ' ὀλίγον· Ὁρᾷς ὡς προγέγραπται ὁ Σαυχαίων τύραννος. Τυ ραννικοὶ αὐτοῦ εἰσιν οἱ λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέ γει· Ἕω τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου; Οὐχ οὕτως καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός. Πολλάκις ὑπομείνας τὰς βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλ' ὑπο μένει τοὺς χαλεποὺς λόγους. Ὕβριν γὰρ ὑπομένειν μεγάλου ἀνδρός ἐστιν. ∆ιόπερ ἐν τοῖς ἀνδραγαθήμα σιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· Λοιδορούμενοι εὐλο γοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν. Ὥσπερ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Καὶ μετ' ὀλίγον φησὶν εἶτα, διὰ τὸ, Ἕως τίνος ἔγκοπον ποιή σετε ψυχήν μου; Ὁρᾷς; Ἰώβ ἐστιν, οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει ἢ τὴν ἀνδρίαν αὐτοῦ καὶ τὴν ὑπομονήν. Ἀλλ' ὅμως αἰσθάνεται τῶν καμάτων, ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκλη ροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι. Στίχ. γʹ. Γνῶτε μόνον, ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως. Ἃ βλέπετε περὶ ἐμὲ, μὴ νομίσητε ἄλλοθεν ἐληλυ θέναι μοι ἢ ἀπὸ τοῦ Θεοῦ. Φοβήθητε τοίνυν. Ὁ γὰρ ἐμοὶ ταῦτα ἐπάγων δύναται καὶ ὑμῖν ἐπαγαγεῖν. Στίχ. γʹ. Καταλαλεῖτέ μου· οὐκ αἰσχυνόμενοί με, ἐπίκεισθέ μοι. Πολλάκις καὶ καταλαλεῖ τις κακῶς ποιῶν. Ὅτε ἂν δὲ οὐκ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλ' ὀνει δίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρου μένοις ἐπεμβαίνειν οὐ χρὴ, ἀλλὰ θρηνεῖν καὶ φο βεῖσθαι. Στίχ. δʹ. Ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανήθην, παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος· λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει. Εἶτά φησιν καθ' ὑπόθεσιν· Ὑμῖν δίδωμι, ὡς ὑπο 17.72 λαμβάνεται, ὅτι διὰ τὰ ἁμαρτήματα ταῦτα πάσχω· ἆρ' οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; Παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος. Εἰ καὶ καθ' ὑπόθεσιν τοιαῦτα ἐπεποιήκειν, οἷα οὐκ ἔδει· εἰ καὶ τοιοῦτος ἤμην, ἆρ' οὐκ ἐχρῆν ὑμᾶς βλέποντας μάστιγας, τοὺς ἰχῶ ρας, τοὺς σκώληκας, τὴν ἀπώλειαν τῶν ὑπαρχόντων, αἰδεσθῆναι; Ἀλλὰ προσεπιβαίνετέ μοι μὴ ἐλεοῦντές με, μηδὲ συμπαθοῦντές μου τῇ περιστάσει. Στίχ. εʹ. Ἔα δὲ, ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. Οὐ μετρίως μοι ὀνειδίζετε, ἀλλ' ἐναλλόμενοι ὡσπερεὶ ἐπιβαίνοντες καὶ καταπατοῦντές με ὀνει δίζετε. Στίχ. ʹ. Ὀχύρωμα δὲ αὐτοῦ ἐπ' ἐμὲ ὕψωσεν. Οἱονεὶ ὑπὸ τεῖχος τῆς περιστάσεώς εἰμι ὀχύρωμα, ὃ οὐ δύναμαι φεύγειν, ἕως οὗ κρινεῖ ὁ Θεὸς καθελεῖν αὐτό. Στίχ. ζʹ. Ἰδοὺ γελῶ ὀνείδει, καὶ οὐ λαλήσω. Τοῦτό ἐστι τό· Νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τοῦ αὐτοῦ. Ἰδοὺ ἐπὶ τῷ ὀνείδει ὑμῶν γελᾷν, οὐ λαλεῖν νομίζομαι. ΚΕΦ. Κʹ.
About this text
Origen of Alexandria, Enarrationes in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Enarrationes in Job — new OET from PG 17 Greek.
Witnesses
- Copy-text PG 17 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.