Enarrationes in Job Unit 2 opening
Unit 2.
Lemma-led open — Στίχ. ʹ. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα· ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται. Τοῦ ἀσεβοῦς ἐ
Greek
Στίχ. ʹ. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα· ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται. Τοῦ ἀσεβοῦς ἐὰν ἀναβῇ τὰ δῶρα εἰς τὸν οὐρανὸν, ἐὰν πάνυ ὑψωθῇ, ἐὰν ἡ θυσία αὐτοῦ νεφῶν ἅψηται. Ὅτ' ἂν εὔξηται ὁ αἱρετικὸς, ὅτ' ἂν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅτ' ἂν δοκῇ κατεστηρίχθαι· τότε εἰς τέλος ἀπολεῖται. Ἡ γὰρ εὐχὴ αὐτοῦ λο γίζεται αὐτῷ εἰς ἁμαρτίαν, καὶ ἔστιν αὐτὴ ἡ εὐχὴ αὐτοῦ ἁμαρτία. Στίχ. ζʹ. Ὅταν γὰρ δοκῇ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Ὅμοιον, Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξα σθῆναι καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. Στίχ. ζʹ. Οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἔστιν; Τίνες οἱ ἰδόντες αὐτόν; Οἱ ἐκκλησιαστικοὶ, οἱ ἰδόντες ἐκείνων τὰ σφάλματα, ἐροῦμεν· Ποῦ ἔστιν; Στίχ. ηʹ. Ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ. Οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι, καὶ ἀναπλάσσοντες φαντάσματα, οὐ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερείδου σιν σφαλλόμενοι, καὶ γίνονται ὥσπερ ἐνύπνιον ἐκπετασθὲν, ὃ οὐ μὴ εὑρεθῇ. Στίχ. ιʹ. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες. Τοὺς υἱοὺς καὶ μαθητὰς τοῦ ταῦτα διδάξαντος. Στίχ. ιʹ. Αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. Αἱ χεῖρες αὐτοῦ, φησὶν, τουτέστιν αἱ πράξεις, ἐξά ψουσιν αὐτῷ κόλασιν. Αἱ δὲ χεῖρες αὐτοῦ. Τοῦ ἀσεβοῦς τούτου καὶ ἐσφαλμένου, οὗ ἡ προσευχὴ λογίζεται εἰς ἁμαρ τίαν, οὗ ἡ θυσία ἐὰν ἀναβῇ εἰς οὐρανὸν, καὶ νε 17.73 φῶν ἅψηται, τότε εἰς τέλος ἀπόλλυται· τούτου αἱ χεῖρες ὀδύνας πυρσεύσουσι· τουτέστι, καὶ ἐν ὀδύναις ἐσχάταις διάξουσι. Λέγει δὲ περὶ τῶν υἱῶν τοῦ πα ρανόμου. Στίχ. ιγʹ. Χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ. Ἔχει γὰρ μαθήματα, ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ χολὴ ἀσπίδος, οἱονεὶ πονηρὰ, ἡ περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ τὰ ἑξῆς. Καὶ μετ' ὀλίγα· Χολὴ δὲ ἀσπίδος ἐν γαστρὶ τοῦ ἑτεροδόξου, καὶ ἀσεβοῦντος ἐν τοῖς δόγμασι, τοῖς ἐναντίοις τῇ ἀληθείᾳ. Στίχ. ιεʹ. Πλοῦτος ἀδίκως συναγόμενος ἐξε μεθήσεται. Τίς γὰρ ἄλλος ἀδίκως πλοῦτος συνάγεται ἢ ἐκεῖ νος ὁ ἐν τοῖς λόγοις αὐτῶν; Ἀδίκως γὰρ συνάγεται. Ἀλλ' ὁ ἀγαθὸς οὐκ ἐάσει αὐτοὺς πεπτωκότας, πλοῦ τον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ αὐτὸν ἐν ἑαυτοῖς· ποιήσει γὰρ ἐξεμέσαι. Στίχ. ιεʹ. Ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. Ἄγγελος γὰρ κατ' ἐνέργειαν καὶ εὐεργεσίαν τοῦ Θεοῦ ἐξελκύσει αὐτὸν ἀπ' αὐτῆς τῆς κακῶς οἰκοδο μηθείσης, ἥτις ἐστὶν ἐκκλησία πονηρευομένων. Αὕτη γὰρ ἡ οἰκία αὐτοῦ. Ἀλλ' ἄγγελος ἐξελκύσει αὐτὸν ἐξ οἰκίας αὐτοῦ. Στίχ. ιζʹ. Μὴ ἴδοι ἄμελξιν νομάδων. Ἑτερόδοξος οὐ βλέπει ἄμελξιν νομάδων. Νο μάδες δὲ εἰσί τινες ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ Ποιμένι, τῷ εἰπόντι· Ἐγώ εἰμι ἡ θύρα. ∆ι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται. Καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Στίχ. ιηʹ. Ὥσπερ στρίφνος ἀμάσητος, ἀκατά ποτος. Οἱ λόγοι καὶ τὰ δόγματα στριφνὰ καὶ πυκνὰ, οὐ δὲν ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα. Στρίφνος βοτάνη, τίς ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κἂν ἄγαν τις φιλονεικήσειε διαλεά νας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύναται· οὕτω καὶ ὁ τῶν ἀλλοτρίων ἀπολαύειν ἐθέλων οὐδὲν τῶν πόνων ἀποίσεται τὸ κέρδος. Στίχ. κʹ. ∆ιὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. Ἂ δοκεῖ ἀγαθὰ ποιεῖν, οὐκ ἀνθήσει· ὅτ' ἂν δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται. Στίχ. κʹ. Οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσι. Τὰ ὑπάρχοντα αὐτοῦ σωτηρίαν αὐτῷ περιποιῆσαι οὐ δύναται. Ἄλλως. Στίχ. κβʹ. Πᾶσα δὲ ἀνάγκη αὐτὸν ἐπελεύσεται, καὶ ἐπαποστελεῖ ἐπ' αὐτὸν θυμὸν ὀργῆς. Στίχ. κβʹ. Πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύ σεται. Ταῦτα προτρεπτικὰ ἡμῖν, ἵνα ἀφιστώμεθα τῶν ἀλλοτρίων. 17.76 Στίχ. κβʹ. Νίψαι ἐπ' αὐτὸν ὀδύνας. Ἀντὶ νιφετοῦ ὀδύναι ἔρχονται ἐπὶ τὸν τοιοῦτον. Στίχ. κδʹ. Καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου. Σίδηρον οὐ λέγει τοῦτον τὸν αἰσθητὸν, ἀλλὰ τμη τικώτατον λόγον.
About this text
Origen of Alexandria, Enarrationes in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Enarrationes in Job — new OET from PG 17 Greek.
Witnesses
- Copy-text PG 17 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.