Enarrationes in Job Unit 3 opening
Unit 3.
Lemma-led open — ἔργων. Τουτέστι τὸ πληρωθῆναι οἴκους ἀγαθῶν. Στίχ. ιθʹ. Ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. Τί
Greek
ἔργων. Τουτέστι τὸ πληρωθῆναι οἴκους ἀγαθῶν. Στίχ. ιθʹ. Ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. Τίνας; ἢ τὴν βουλὴν τῶν ἀσεβῶν; Οἷον· βούλονταί τινα διδάσκειν τὰ ἐναντία τῇ ἀληθείᾳ, ἐν τῷ λέ γειν· ἃ λέγουσι δόγματα μοχθηρὰ ἔχοντες. Ταῦτα ἄμεμπτος ὁρῶν μυκτηρίζει. Στίχ. κʹ. Καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. Τοῦ αὐτοῦ. Τοῦτο ὃ καταλέλειπται κατὰ τοὺς ἀσεβεῖς, τῶν προτέρων ἀποθανόντων, τὸ πῦρ κατα φάγεται. Στίχ. κβʹ. Ἔλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγο ρίαν. Τὴν ἐξηγορίαν ἐζήτουν κατ' ἐμαυτὸν, τί σημαίνει. Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει ἀντ' αὐτῆς ἐξομολόγησιν· Φησὶν οὖν μᾶλλον· Ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου· ἔκλαβε ἀπὸ τοῦ στόματος τοῦ Θεοῦ εἰσηγορίαν σὺν ἐξομολογήσει· ἀνάλαβε δὲ τὰ ῥήματα αὐτοῦ ἐκ καρδίας σου. Ταῦτα δὲ ἔλεγεν ὁ Ἐλιφὰζ, νουθετῶν, ὡς ᾤετο, τὸν Ἰώβ. Στίχ. κγʹ. Ἐὰν δὲ ἐπιστραφῇς, καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου. Νουθετεῖ αὐτὸν πρὸς τὸ ἐπιστρέψαι, οἰόμενος αὐ τὸν ταῦτα ἡμαρτηκότα πεπονθέναι. Στίχ. κδʹ. Καὶ ὡς πέτρα χειμάῤῥου Σωφείρ. Ἐκ τοῦ τόπου οὗ γίνεται τὸ χρυσίον, ἐλεύσεται ἐπὶ σὲ, οἱονεὶ, ἔσται λόγος σου ποικίλος καὶ καλός. Στίχ. κεʹ. Ἔσται οὖν σοι ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν. Ἐὰν ὑποτάξῃς ἑαυτὸν, ἐὰν ἐξομολογήσῃ. 17.88 Στίχ. κεʹ. Καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύ ριον πεπυρωμένον. Ὑγιὲς δόγμα ...... πεπυρωμένον, ὁ Θεός. Στίχ. κ ʹ. Εἶτα παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου. Τοῦ αὐτοῦ. Ἐὰν ταπεινώσῃς σαυτὸν, ὑπομένῃς τὰ συμβεβηκότα, παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτήματα. Στίχ. κηʹ. Ἐπὶ τῶν ὁδῶν σου ἔσται φῶς. Τοῦ αὐτοῦ. Ἐὰν τηρήσῃς νουθεσίαν ἀπ' ἐμοῦ, καὶ ἐπιστρέψῃς καὶ ἐξομολογήσῃ. Ταῦτα μὲν οὖν πρὸς Ἰὼβ ἐλέγετο· οὐ δικαίως δὲ ἐλέγετο· οὐ γὰρ ἥμαρτε. Πρὸς ἡμᾶς δὲ ἐὰν λέγηται, δικαίως λέγεται. Στίχ. κηʹ. Ἀποκαταστήσῃ δέ σοι δίαιταν δικαιοσύνης. Καὶ ἁπλῶς εἰπεῖν· Ἅπασάν σοι, φησὶ, τὴν ἁρμό ζουσαν δικαίῳ πράξει διαμονὴν, ὥστε σε λαμπρὰς καὶ ἐπιδόξους ἔχειν τὰς πράξεις. ΚΕΦ. ΚΓʹ. Στίχ. βʹ. Ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ. Εἰ δὲ ἐνῆν, φησὶ, παραυτὰ τῶν τιμωριῶν τὴν ψῆφον φέρεσθαι, ἦν εὑρεῖν αὐτόν. Εἴθε ἐνῆν δικάσασθαι, φησὶ, καὶ ἐντυχεῖν αὐτοῦ, καὶ μαθεῖν, τίνα ἦν ἃ ἤμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἤμελλον λέγειν. Ὁρᾷς πῶς ἐπέτυχεν ὅπερ ηὔχετο; Τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ. Ἤθελον μαθεῖν τί μοι ἤμελλεν ἐρεῖν, καὶ εἰ ἔμελλέ μοι ὁμοίως κο λάζειν. Ταῦτα δὲ εἶπον, οὐχ ὡς καταγινώσκων ἀδι κίαν. ΚΕΦ. Κ∆ʹ. Στίχ. ʹ. Ἡδύνθη αὐτῶν ἄρτος εἰς νεωτέ ρους. Ἡδὺ, φησὶ, τοῖς ἀσεβέσι τὸ τρέφειν νεανίσκους, ἐφ' ᾧ δύνασθαι δι' αὐτῶν τὰς ἐπηρείας ἐργάζε σθαι. ΚΕΦ. ΚΖʹ. Στίχ. βʹ. Ζῇ Κύριος, ὃς οὕτω με ἔκρινε. Ἔλαβεν ἐξουσίαν τοῦ Ἰὼβ ὁ διάβολος, καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας, πρότερον διὰ τῶν ἐκτὸς, ὕστερον δι' αὐτοῦ τοῦ σώματος, μετὰ ταῦτα καὶ διὰ τῶν φίλων. Ὅτε γὰρ αὐτὸ ἐδοκίμασε διὰ τῆς γυναικὸς, καὶ οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγ κεν ὁ διάβολος, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας, ἀλλ' ἀληθείας μὲν λόγους, οὐ καλῶς δὲ, οὐδὲ ἐν καιρῷ προφερομένους. Καὶ ἐβουλεύετο ὁ διά βολος διὰ τῶν φίλων τούτων ποιῆσαι τὸν Ἰὼβ φθέγ ξασθαί τι κατὰ τῆς Προνοίας, ἀσεβῆσαι διὰ τοὺς πόνους, ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας. Ἀλλ' ὁ ἀλη θῶς ἀνδρεῖος, ὁ καρτερικὸς, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν. Ὅτε ἐτέλεσεν ὁ Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ Σωφὰρ δύο διαλέξεις· τούτων γὰρ τετελεσμένων, σιωπησάντων ἐκείνων, ὅρα τί ἀποκρί νεται μετὰ τὸ εἰρημένον ἀπ' αὐτοῦ προοίμιον, οὕτως 17.89 ἀπὸ τῆς Γραφῆς ὠνομασμένον. Τί ἀποκρίνεται; πρόσχωμεν τῇ λέξει. Στίχ. αʹ. Ἔτι δὲ προσθεὶς ὁ Ἰὼβ εἶπε τῷ προ οιμίῳ· Στίχ. βʹ. Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ παραπικράνας μου ψυ χὴν, καὶ τὰ ἑξῆς. Οἶδα πόθεν
About this text
Origen of Alexandria, Enarrationes in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Enarrationes in Job — new OET from PG 17 Greek.
Witnesses
- Copy-text PG 17 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.