Enarrationes in Job · §u03-rem-early

Unit 3 rem early

Rem early: Unit 3; lemma and Origen’s theoria.

Greek

κεκίνησθε εἰς τὸ ἐρεθίσαι με. Ὄμνυμι δὲ ὑμῖν, καὶ ὄμνυμι κατὰ τοῦ ζῶντος Κυρίου αὐτοῦ, κρίναντός με ταῦτα παθεῖν, αὐτοῦ τοῦ παραδόντος με ταύταις περιστάσεσι, τοῦ δόντος ἐξουσίαν τῷ διαβόλῳ τοιούτοις με ἐξετασμοῖς ἐξετάζεσθαι, καὶ βασανίζεσθαι. Ὄμνυμι κατὰ τοῦ Κυρίου, καί φημι, ὅτι ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντο κράτωρ, ὁ παραπικράνας μου τὴν ψυχήν. Στίχ. εʹ. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω. Ἐὰν συγκαταθῶμεν οἷς λέγετε, ὅτι νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηνάμην ἕως ἂν ἀποθάνω. Στίχ. εʹ. Οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου. Οὐκ ἀφήσω τὸ προσέχειν τῇ δικαιοσύνῃ· μεμνή σομαι ἀεὶ περιέχεσθαι αὐτῆς. Στίχ. ʹ. Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πρᾶξαι. Πολλὴ ἡ παῤῥησία αὐτοῦ καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐ σύνοιδα ἐμαυτῷ ἄτοπα πρᾶξαι. ΚΕΦ. ΚΗʹ. Στίχ. ιβʹ. Ποῖος δὲ τόπος ἐστὶν ἐπιστήμης; Ἐπιστήμη ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεω ρίᾳ· σύνεσις δὲ ἡ διάκρισις. Στίχ. ιεʹ. Καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλ λαγμα αὐτῆς. Οὐδὲν ἀντάξιόν ἐστιν τῆς σοφίας. Ἐὰν ἁπλούστε ρον νοῇς τὸ ἀργύριον καὶ τὸ χρυσίον, εὐθέως ἐρεῖ Ἰὼβ, ὅτι οὐδὲν ἄξιόν ἐστι τῆς σοφίας. Στίχ. ι ʹ. Ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ. Οὐδὲ ὄνυχι τιμίῳ ἡ σοφία παραβληθήσεται· ἀλλ' οὐδὲ ἐν σαπφείρῳ ἰσωθήσεται αὕτη. Στίχ. ιηʹ. Μετέωρα καὶ γάβεις οὐ μνησθήσεται. Οὐδὲ τὰ μετέωρα ἄξιά ἐστι τῆς σοφίας, οὐδὲ γά βις. Ἔοικε δὲ ἐπὶ δυναμένων τάχθαι, οἱονεὶ γι γαρτικῶν. Τινὲς δέ φασιν, ὅτι γάβις λέγεται τὸ ὑπερέχον τοῦ χείλους τοῦ μεδίμνου, ὃ καλεῖται κομ μουλᾶτον. Στίχ. ιηʹ. Καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. Τὰ ἐσώτατα περὶ τὴν Ἰνδίαν, ἢ τὰ περὶ τὴν ἐπέκεινα χώραν, ἔνθα εἰσὶ τίμιοι λίθοι. Φέρει δὲ ἐκείνη ἡ χώρα τοῖς ἀνθρώποις ταῦτα, νομιζόμενα παρὰ τοῖς πλουσίοις εἶναι θαυμαστά. Παρ' ἐκεῖνα οὖν τὰ ἐσώτατα ἕλκυσον εἰς σαυτὸν τὴν σοφίαν. Ἢ, ὑπὲρ τὰ ἐσώτατα, ὑπεραπόῤῥητα τὰ ἔνδον μυστήρια 17.92 τὰ ἅγια τοῦ Θεοῦ· ὑπὲρ πάντα πολλὰ ὄντα, ἕλκυσον τὴν σοφίαν. Στίχ. καʹ. Λέληθε πάντα ἄνθρωπον. Λέληθε πάντα ἄνθρωπον, κἂν προφήτης ᾖ, κἂν ἀπόστολος. ΚΕΦ. ΚΘʹ. Στίχ. ʹ. Ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βούτυρον. Προειρήκαμεν περὶ τῶν ὁδῶν τοῦ Ἰὼβ, ἃς ὥδευ σεν, ὅτι ἀρεταὶ ἦσαν. Ἐχέοντο οὖν αἱ ὁδοὶ αὐτοῦ βουτύρῳ, ὥδευε τὴν σωφροσύνην, καὶ οἱονεὶ ἐχεῖτο ἡ σωφροσύνη, ὡς πολλοὺς τρέφεσθαι καὶ τῶν νηπίων ἀπὸ τῆς σωφροσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ. Στίχ. ʹ. Τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. Ὅσα ἦν ὑψηλὰ νοήματα καὶ μεγάλα, ταῦτα ἦν ὄρη τοῦ Ἰὼβ, ἐφ' ἃ ἀνέβαινεν. Στίχ. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθιος ἐν πόλει. ∆ιδασκαλίᾳ ἐσχόλαζε καὶ ὠφελείᾳ, ἐρῶν, οὐχ ὡς φίλαυτος, ἀλλ' ὡς ἀγάπην ἔχων ζητοῦσαν τὸ κοινῇ συμφέρον. Στίχ. θʹ. ∆άκτυλον ἐπιθέντες ἐπὶ στόματι. ∆όξει μὲν οὖν καὶ σημεῖον εἶναι τὸ, ∆άκτυλον ἐπι θέντες ἐπὶ στόματι αὐτῶν, σιωπῆς. Τάχα δὲ δηλοῖ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, ὡς πολλάκις ἐδεί ξαμεν, ὅτι τὸ ἔργον αὐτῶν ἐπέθηκαν ἐπὶ στόμα, αἰσθανθέντες ἐν ὀλίγῳ ἔργῳ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόντος τοῦ Ἰὼβ, μείζονα ἔργα πε ποιηκότος. Στίχ. ιʹ. Οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με. Τοῦ αὐτοῦ. Τοσοῦτον ἦν ὅτε οὐδέπω ἐβασανίζετο, ὥστε οἱ ἀκούοντες αὐτοῦ ἐμακάριζον αὐτὸν, καὶ ἐθαύ μαζον, τίνα τρόπον τὰ τοσαῦτα νοεῖ καὶ καταλαμβά νει, καὶ δύναται τοὺς ἀκούοντας ὠφελεῖν. Στίχ. ιʹ. Ὅτι γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη. Τῶν ἀκουόντων μου καὶ μακαριζόντων ἐφ' οἷς ἔλε γον, ἡ γλῶσσα τῷ λάρυγγι ἐκολλήθη. Στίχ. ιαʹ. Ὅτι ὠτίον ἤκουσε, καὶ ἐμακάρισέ με. Τοῦ αὐτοῦ. Ὥσπερ γέγραπται περὶ τοῦ Μωϋσέως, ὅτι ηὐλαβεῖτο κατεμβλέψαι κατενώπιον τοῦ Θεοῦ διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος αὐτοῦ οὕτως νοήσας ἂν, ὅτι ὑπερβολὴ ἦν προκοπῆς τῆς ἐν σοφίᾳ τοῦ Ἰὼβ, ὥστε τοὺς ἀκούοντας αὐτοῦ μὴ δύ νασθαι ἐνορᾷν τῇ μαρμαρυγῇ τῶν νοημάτων αὐτοῦ, καὶ μὴ δυναμένους διὰ τοῦτο ἐκκλίνειν τοὺς ὀφθαλ μοὺς αὐτῶν, μὴ παρακολουθοῦντας τῇ βαθυτάτῃ τῆς διανοίας αὐτοῦ. ∆ιὰ τοῦτο λέγει· Στίχ. ιαʹ. Ὀφθαλμὸς δέ με ἰδὼν ἐξέκλινεν. Ὁ μὲν Ἀκύλας καὶ Σύμμαχος, Ἐμαρτύρησε περὶ ἐμοῦ, ἐκδεδώκασιν· ἕτεροι δὲ, Ὀφθαλμὸς δὲ ἰδὼν ἐξέκλινεν, ἀντὶ τοῦ· Οὐκ ἰσχύω ἀντειπεῖν. 17.93 Στίχ. ιβʹ. ∆ιέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυ νάστου. Ἴδωμεν αὐτοῦ τὰ ἀνδραγαθήματα, καὶ ἁπλώσω μεν. Καὶ κατὰ τὸ ῥητὸν ἔχει λόγον τοῦτο, καὶ κατ' ἀναγωγὴν ἔχει πολλῷ μᾶλλον ἑρμηνείαν. Κατὰ τὸ

About this text

Origen of Alexandria, Enarrationes in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Enarrationes in Job — new OET from PG 17 Greek.

Witnesses

  • Copy-text PG 17 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.