Enarrationes in Job · §u04-rem-mid

Unit 4 rem mid

Rem mid: Unit 4; lemma continues; spiritual reading with the letter.

Greek

φόβου. Κύριον γὰρ τὸν Θεόν σου φοβηθήσῃ, καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ τὸν ἄλλον. Στίχ. ʹ. Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ. Τὰ δόγματα, τὰ νοήματα τὰ ἀποκεκρυμμένα. Πάντα ἰὸς ἀσπίδων ἐστὶ, πάντα τὰ ἔνδον αὐτοῦ. Καὶ ἀσπίδες εἰσὶν οὐχ ἁπαλαί τινες, ἀλλὰ σκληραί. Ἀσπί δες γάρ εἰσι σκληραί. Στίχ. ιʹ. Ἐκ στόματος αὐτοῦ. Αἱ βλασφημίαι καὶ οἱ λόγοι τῶν ἀσεβῶν καὶ ἀθέων διδασκάλων. Στίχ. ιʹ. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμ πάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός. Οἶμαι μὲν καὶ πάντας τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς κυρίως ἂν εἶναι μέλη τοῦ δρά κοντος· καὶ τῶν μελῶν τοῦ δράκοντος ὀνόματα εἰ θέλεις ἀκοῦσαι, ποῖοί εἰσιν οὗτοι; Τὸ στόμα τοῦ δράκοντος εἴη δ' ἄν τι καὶ τροπικῶς νοούμενον, καὶ παρὰ τοῦτο ὅθεν οἱ λόγοι οἱ ἀπολλύντες. [Ἐκ στό ματος γὰρ αὐτοῦ λαμπάδες ἀπολλύονται πυρός.] Ὅτι ἐκ στόματος αὐτοῦ ἐσχάραι ἀπολλύονται πυρός. Εἴ ποτε ἤκουσα τοῦ κατηγοροῦντος λόγου, προφάσει Χριστιανισμοῦ, κατηγοροῦντος τοῦ ∆ημιουρ γοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, πρε σβεύοντος τὰ Οὐαλεντίνου, καὶ τὰ Βασιλείδου· ὅτ' ἂν κακῶς λέγωσιν τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅτ' ἂν λέγωσιν αὐτὸν μὴ εἶναι, μηδὲ πνευματικῆς οὐσίας, ὁποῖά φασιν οὗτοι· ὄψῃ, ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται λαμπάδες καιόμεναι, καὶ διαρι πτοῦνται ἐσχάραι πυρός. ∆ιὰ τοῦτο ἡμεῖς, εἰδότες, τηρῶμεν ἑαυτοὺς, μήποτε ἐκεῖναι αἱ λαμπάδες ἡμᾶς καύσωσι, μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται. Στίχ. ιγʹ. Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύ ναμις. Ἔστι τις δύναμις πονηρά. Ἀλλ' ἡ ἀσθένεια, ἣν ἀνέλαβε δι' ἐμὲ ὁ Σωτήρ μου καὶ Κύριος, ἥτις λέγε ται ἀσθένεια Θεοῦ, ἐνίκησεν

About this text

Origen of Alexandria, Enarrationes in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Enarrationes in Job — new OET from PG 17 Greek.

Witnesses

  • Copy-text PG 17 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.