Unit 4 rem early
Rem early: Unit 4; lemma and Origen’s theoria.
Greek
οὗτοι ἐν ταῖς θυμέλαις ὑποκριταὶ, ποτὲ μὲν ἡγουμένων, ποτὲ δὲ ἄλλων βασιλέων, ποτὲ δὲ γυναικῶν. Καὶ τὸ μὲν ἴδιον αὐτῶν πρόσωπον ἀποκέ κρυπται, καὶ ὅ εἰσιν οὐ φαίνονται· ὃ δὲ δοκοῦσι, βλέ πονται. Τοιοῦτός ἐστιν ὁ δράκων. Οὐδέποτε τὸ πρόσ ωπον αὐτοῦ δείκνυσιν· ἀλλὰ εἰ πρόσωπον λαβὼν εἰς ἀπάτην τῶν ἀνθρώπων, ἐκεῖνο χρῆται. Καὶ ἔχει γε ὁ ἐχθρὸς οὗτος πολλὰ προσωπεῖα, καὶ καθ' ἑκάστην κακίαν πρόσωπον λαμβάνει ἀρετῆς. Καὶ μετ' ὀλίγα εἰς τὸ ἑξῆς. Τὰ ὑπόλοιπα τοῦ προγραφέντος στίχου. Τὸ πρόσωπον ὃ ἐνεδύσατο τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ λῆξαι ὅ τι ἔνδον δρά κων ἐστί; Τοιοῦτοί εἰσί τινες καὶ ἄλλοι μαθηταὶ αὐ τοῦ, Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔνδοθεν δέ εἰσι λύκοι ἅρπαγες. Στίχ. δʹ. Εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; Ὁρᾷς; θώραξ οὗτος ὀνομάζεται, καὶ στῆθος· καὶ θώραξ, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. Οὐχ ἁπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ. Οὐδὲν ἔχει ἁπλοῦν. ∆όλιός ἐστιν, ἐπτυ γμένος ἐστίν. Εἰς οὖν τὴν πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; Ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται αὐτοῦ ὁ θώραξ· τοῦ δὲ ἁγίου οὐκ ἔπτυκται. Στίχ. εʹ. Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; Κρύπτει τὰ ἔνδον ἀποκείμενα. Τίς οὖν ἀνοίξει τὰς πύλας τοῦ προσώπου αὐτοῦ; Τίς οὗτός ἐστιν, 17.104 ὥστε ἐλέγξαι καὶ δεῖξαι ὅσον δόλον, ὅσον ἰὸν, ὅσα κακὰ ἔχει ἀποκείμενα; Στίχ. εʹ. Κύκλῳ ὀδόντων αὐτοῦ φόβος. Περὶ ὧν λέγεται· Ὀδόντας ἁμαρτωλῶν συνέ τριψας. Καὶ, Κύριος συντρίψει τὰς μύλας τῶν λεόντων. Οὐκ ἔστιν οὗτος ὁ φόβος τοῦ Θεοῦ· ἀλλ' ὁ φόβος, ὁ κύκλῳ τῶν ὀδόντων αὐτοῦ. Ἀλλ' ἐὰν ἔχῃς τὸν Χριστὸν ἐν σεαυτῷ, μὴ φρόντιζε τούτου τοῦ
About this text
Origen of Alexandria, Enarrationes in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Enarrationes in Job — new OET from PG 17 Greek.
Witnesses
- Copy-text PG 17 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.