Homilies on Job · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.

Greek

καταστή σειεν ἕξιν, γοερῷ τινι καὶ πολυθρηνώδει παραδοὺς αὐτὸν βίῳ· τὸν δὲ καὶ πρὸ τού των φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀν θρώπους παίζοντας καὶ γελωτοποιοῦντας, ποῖον ἂν ἔχοι λόγον ἐμπεσεῖν εἰς σκύθρωπον καὶ κατηφῆ βίον; ἐπειδὴ κατεσκληκὼς ἤμην καὶ κατεστυμμένος, οὐκ ἐπὶ τὰς διαφορού σας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσα. 380 λαʹ. Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θερά παιναί μου· Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι, λίαν μου χρηστοῦ ὄντος; Ἀντὶ τῆς ζωῆς αὐτοῦ ἀπολαῦσαι, ὅτι ἤμην αὐταῖς γλυκύς. λβʹ. Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. Οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν. Κεφ. ΛΒʹ, αʹ. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμα σιν. Ἡσύχασεν μὲν ὁ Ἰὼβ, διδοὺς αὐτοῖς λό γον εἰπεῖν· ἐνεῖδε δὲ, καὶ τὸν Θεὸν ἐκάλεσε μάρτυρα, καὶ ἑαυτῷ ἐπηράσατο ὅτι ἐπεστο μίσθησαν οἱ φίλοι. ιαʹ. Ἐρῶ γὰρ, ὑμῶν ἀκουόντων, ἄχρις οὗ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω. Ἢ τοῦτό φησιν, ὅτι οὐδὲ ὅτε ἠλέγχετε, ὡς ἔδει, ἠλέγξατε· ἢ ὅτι ὕστερον ἐσιωπή σατε. Οὕτω πρὸς τό· Ἐρῶ γὰρ, ὑμῶν ἀκου όντων. Κεφ. ΛΓʹ, ιβʹ. Πῶς γὰρ λέγεις· ∆ίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; Τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν· τοῦτο μὲν γὰρ ὑπελάμβανεν ὁ Ἐλιοὺς, ἀλλ' οὐχὶ τοιαύτῃ γνώμῃ ὁ Ἰὼβ εἶπεν, ὅτι οὗτος δικαιότερός ἐστι τοῦ Θεοῦ· ἀλλ' ὅτι ταῦτα μὲν αὐτῷ πέπρακται, οὐ μὴν ἀδικίαν ἐνεκά λει τῷ Θεῷ. Ὁ δὲ Ἐλιοὺς τοῦτο ὑπέλαβεν· ἐκείνοις δὲ δικαίως ἐνεκάλει, προσδεδωκόσι τοῦ Θεοῦ τὸ μέρος καὶ ἠρνημένοις. 381 κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν πε ριττότητα οἷον κενώσας καὶ ἀποβάλλων, καὶ λέγει· Λαλήσω ἵνα ἀναπαύσωμαι. Κεφ. Λ∆ʹ, ιθʹ. Ὃς οὐκ ἐπαισχυνθῇ πρόσω πον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς. Εἰ γὰρ καὶ μὴ οἶδας, ἀλλ' ὀφείλεις πολλὰ παραχωρεῖν αὐτῷ, καὶ τῇ δόξῃ αὐτοῦ, ὥστε μὴ πάντα ζητεῖν μανθάνειν. κγʹ. Ὅτι οὐκ ἐπ' ἄνδρα θήσει ἔτι. Ἔοικε τοῦτο λέγειν, ὅτι νῦν μὲν ἐν ἡμῖν κεῖται τὸ καλὸν καὶ τὸ φαῦλον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι οὐκ ἔτι. λαʹ. Ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· Εἴ ληφα, οὐκ ἐνεχυράσω, ἄνευ ἐμαυτοῦ ὄψομαι· σὺ δεῖξόν μοι. Τινὲς οὕτως ἡρμήνευσαν· ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυρωτέρῳ, ὅτι ἀδίκως εἴ ληφας τὰ ἐμὰ, οὐκ ἐνεχύρου χάριν, ὡς ὑπο φειλόμενα, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον ὅτι εὐλόγως τοῦτο δέδρακας. Εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ, φησὶ, τοιαῦτα θρασύνῃ κατὰ Θεόν; Ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν, ὅτι πρὸς Θεὸν ῥῆσιν ἀνέλαβον, οὐχ ἕξω ἀκω 382 λύτως, σὺ διασάφησόν μοι. Ὁ δὲ ἐνόησεν οὕτως, τουτέστιν· ἐπειδὴ τὴν ὑπὲρ Θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν Ἐλιοὺς, οὐκ ἐπέχω, ἀλλ' ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. Εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ, ἔλεγξον τὸν λόγον. –Οἶμαι δὲ μᾶλ λον οὕτω νοεῖσθαι τὸ κείμενον, ὅτι οὐκ ἐπειδὴ τὸ ὑπὲρ Θεοῦ λέγειν εἱλόμην, παρὰ τοῦτο δεῖ σε καὶ συνομολογεῖν ἁπλῶς, οἷα δὴ χρέος ἀπαιτῶ· ἄνευ δὲ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, ἀντὶ τοῦ· χωρὶς τοῦ ἐμοῦ λόγου εἰδέναι θέλω, εἴ τι καὶ ἀντειπεῖν ἔχοις· ἵνα εἴπῃς ὅτι ἡσυχίαν παρέχομαι, καὶ ἐπιλαμβάνου τὸν λόγον, εἰ δύνασαι. Κεφ. ΛΕʹ, εʹ. Ἀνάβλεψον εἰς τὸν οὐρανόν. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐ ρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰς τὸν οὐρανόν. ʹ. Εἰ ἥμαρτες, τί πράξεις; Τουτέστιν οὐδὲ αὐτὸν ἀδικήσεις, ἀλλ' οὐ δὲ ὠφελήσεις, δίκαιος ὤν· ἐπειδὴ γὰρ ἔλε γεν· Εἰ ἥμαρτον, τί δύναμαι πρᾶξαι; τί ποιήσω, φησίν; τοῦτο ἵνα εἴπῃ· ∆ιὰ τί; μὴ γὰρ ἀδικούμενος φροντίζει σου ἁμαρτάνον τος; μὴ γὰρ ὡς βλάβην ὑπομένων; ιʹ. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· ὃ βλέπεις νῦν φῶς, δι' ἔσοπτρον βλέπεις. Καί· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· μέλλομεν ποτὲ βλέπειν αὐτό. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰών; ἐπεὶ νύξ ἐστι, πολέμιοι πολλοὶ, πολλὰ θηρία περιέρχονται. Ἐπεὶ οὖν νύξ ἐστὶ τὰ ἐν τῇ σκοτίᾳ τοῦ βίου πράγματα, χρεία ἐστι φυ λάκων τεταγμένων εἰς τὴν νύκτα ταύτην, 383 ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυκτὶ, καὶ ἔλθωσι καὶ φυλάξωσιν ἡμᾶς ἀπὸ τῶν λῃστῶν. Τίνες οὖν οἱ φύλα κες, οἱ τεταγμένοι παρὰ τοῦ Θεοῦ ἐν ταῖς φυλακαῖς ταῖς νυκτεριναῖς; Παρεμβαλεῖ ἄγ γελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς· οὗτοι οἱ ἄγγελοι οἳ ἐν νυκτὶ

About this text

Origen of Alexandria, Homiliae in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Homiliae in Job — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.