Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
φρουροῦσιν ἡμᾶς. Κεφ. ΛΗʹ, εʹ. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐ τῆς; Ἠθέλησαν μὲν εἰπεῖν ἕλληνές τι περὶ τοῦ μέτρου τῆς γῆς· ἡ διάμετρος τῆς γῆς, φασὶν, εἰκόσι πέντε μυριάδων στάδια. Ἔοικε δ' ὁ λόγος δεικνύναι, ὅτι ἄληπτόν ἐστι τὸ μέτρον τῆς γῆς παντί· μόνος δὲ ὁ Σωτὴρ οἶδεν αὐτὸ, ὁ καὶ δημιουργός. Μέτρα δὲ, καὶ οὐ μέτρον εἶπεν, ἵνα τὰς διαφορὰς τῆς γῆς πα ραστήσῃ. Μέτρον τί ἐστι τῆς τοιᾶσδε, φέρε εἰπεῖν, τῆς φερούσης τὰ ἀρώματα Ἀνατο λῆς; μέτρον τῆς φερούσης τὸ πέπερ ἢ τὰ ζῶα; οὐ γὰρ πάντα πανταχοῦ γίνεται· ταῦτα οὖν τὰ μέτρα παρὰ τῷ Λόγῳ τοῦ Θεοῦ εἰσιν. – Αρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν, ἀλλ' ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴ περ ἀφῃρήθη, ὁμοίῳ τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι· καὶ τοῦτο αἰνίττεται τὰ μέτρα καὶ τὸ σπαρτίον. ʹ. Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς, ὅτι οὕτως ἕστηκεν ἑδραία, ὡσ περεὶ ἐπῳκοδόμησεν ἐπ' ἀσφαλείᾳ βεβηκυίᾳ θεμελιώσεως; τῇ βουλήσει τοῦ Θεοῦ, ἐν τῇ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. –Λίθον γωνιαῖον· τοῦτο δύναται καὶ εἰς τὸν Μονογενῆ τοῦ Θεοῦ Υἱὸν, δι' ἡμᾶς σαρκω 384 θέντα, νοεῖσθαι· κατὰ τὸ ἐν ψαλμοῖς· Λίθον, ὃν ἀπεδοκίμασαν, ἐγενήθη εἰς κεφαλὴν γω νίας. Εὐδοκίᾳ γὰρ τοῦ Πατρὸς ἐλθὼν ἐπὶ γῆς, συνῆψεν ἐν ἑαυτῷ τοὺς δύο λαοὺς, τῶν Ἰου δαίων τε καὶ ἐθνῶν, ὥσπερ ἀμέλει καὶ ὁ γωνιαῖος λίθος ἀμφοτέρους συνδεῖ τοὺς τεί χους. ιαʹ. Εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ὁ δὲ Σύμμαχος· Ἕως ὧδε τετάχθω τὸ ἔπαρμα τῶν κυμάτων σου. Οὕτω μὲν γὰρ ἀσ φαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις· οὕτω δὲ εὐκόλως, ὡσανεὶ ἐπὶ τάξει. Εἶπα γὰρ, φησὶ, καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅταν, μηδε μίας ἀνάγκης ὠθούσης, τοῦτο γίνηται· ἅμα καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥώμης αὐ τὴν μαστιζούσης· διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληνιαίαν, οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ Θεοῦ τὴν ἰσχὺν, τῆς φύσεως τῷ προστάγματι μαχομένης, καὶ τοῦ προσ τάγματος πανταχοῦ νικῶντος. Εἰ γὰρ ἥμε ρον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἂν ἐλογίσαντο πολλοί· νῦν δὲ τα ραττομένη, μαστιγουμένη, ὠθουμένη ἔνδον, καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένη, διὰ τῆς ταραχῆς κηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν. μαʹ. Τίς δὲ ἡτοίμασε κόρακι βοράν; Λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα· ἀλλ' αὐτοὶ μὲν εἰκότως, ἅτε μεγάλοι ὄντες, πορίζουσι τροφήν. Τὰ δὲ ἔκγονα τίς ἐκτρέ φει; οὐχ ὁ τοῦ Θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· Τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν, οὐδὲ θέρουσι, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Κεφ. ΛΘ, κζʹ. Ἐπὶ δὲ σῷ προστάγματι 385 ὑψοῦται ἀετός; γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς, αὐλίζεται ἐπ' ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; .....Εἰ ἐν τοῖς σαρκοβόροις τινα λογικὴν σοφίαν, ἀπὸ τῆς κατὰ φύσιν ἐπιστήμης ἐνοῦ σαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πο λέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα. λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα, οὐθὲν ὤν; Τί ἔτι, φησὶν, ἐγὼ κρίνομαι, εἰς προοί μιον; καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρω τείων. Ἥττημαι, φησὶ, παρὰ σοὶ τὸ δικαί ωμα· τί ποῤῥωτέρω τὴν δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι; πῶς δὲ χρὴ πρὸς τοιοῦτον ἀντοφθαλμεῖν δεσπότην; Ἐγὼ, φη σὶ, διετέλουν, τὴν αἰτίαν τῆς γενομένης ἐπ' ἐμὲ πληγῆς ζητῶν· εἰς δὲ δημιουργίαν οὐ δὲν ἐνεκάλεσα, καὶ πρὸς τὰ λεχθέντα οὐδὲν ἔχω λέγειν. –Λείπει, ὡς οὐδ' ἐλέγχων Κύ ριον, νουθετούμενος ὁ ἄθλιος. Κεφ. Μʹ, βʹ. Ἀλλὰ ζῶσαι, ὥσπερ ἀνὴρ, τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Οἱ γὰρ περιουσίᾳ δικαιωμάτων θαῤῥοῦν τες, οὐδὲ φεύγοντες τοὺς ἀντιδίκους, ἀφίασιν, ὥστε ἐκ περιουσίας, γενέσθαι τὴν νίκην. Εἶτα αὐτῷ καὶ ἀπολογεῖται, ὅτι μέλει μοι περὶ τῶν ἀνθρώπων· δῆλον ἐκεῖθεν, τίνος δὴ ἕνε κεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν. ∆ίδωμί σοι παῤῥησίαν, ἐγώ σε ἐρωτήσω, σὺ δέ μοι ἀπόκριναι. γʹ. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Τὸν παρόντα λέγει χρηματισμόν· οὐχ ἵνα δὲ κατακρίνω, λέγω ταῦτα, φησὶν, ἀλλ' ἵνα δείξω δίκαιον. Ἢ περὶ τοῦ πειρασμοῦ φησιν, 386 χρηματισμὸν τὴν συγχώρησιν λέγων, του 386 τέστι προτεταχέναι με δι' ἄλλο τι τοῦτο γενέσθαι· οὐκ εἶπεν, ἵνα γένῃ, ἀλλ' ἵνα φα νῇς σὺ ὅπερ ἦς, ἵνα τοὺς ἄλλους παιδεύσῃς. Ὅρα δέ· οὐκ εἶπεν, ἵνα γένῃ δίκαιος (ἣν γὰρ ἀκριβῶς τὴν δικαιοσύνην
About this text
Origen of Alexandria, Homiliae in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Homiliae in Job — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.