Homilies on Job · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

390 ἔζησεν ἕτερα ρν ʹ· τῶν γὰρ τῆς προτέρας εὐημερίας οηʹ ἐτῶν τυγχανόντων, ὁ διπλοῦς χρόνος τῆς ὕστερον εὐπραγίας ρν ʹ ἔτη συ νάγει· προτιθεμένων δὲ καὶ τῶν ιδʹ ἐτῶν τῆς πληγῆς, συνάγονται ἔτη ροʹ, καὶ οὕτως εὑρίσκεται ζήσας, μετὰ τὴν πληγὴν, του τέστιν ἀφ' οὗ ἡ πληγὴ ἐνήνεκται, ἔτη ροʹ κατὰ τὴν γραφήν. Σώζεται δὲ οὕτω καὶ ἡ διπλασίων τῆς εὐθηνίας ἀνταπόδοσις. Συ νελὼν τοίνυν, ἀριθμήσεις οὕτως· ἔζησεν ἐν πλούτῳ καὶ εὐπαιδίᾳ ἔτη οηʹ· ἐν τῇ πάν των ἀποβολῇ καὶ τῇ κακίᾳ τοῦ σώματος ἔτη ιδʹ· ἐν τῇ δευτέρᾳ εὐπραγίᾳ ἔτη ρνζʹ, ὡς εἶναι τὸν πάντα τῆς ζωῆς αὐτοῦ χρό νον, ἔτη σμηʹ, καθά φησιν ἡ κατ' αὐτὸν ἱερὰ βίβλος. ιζʹ. Καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πληρὴς ἡμερῶν. Γέγραπται δὲ, αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὧν ὁ Κύριος ἀνί στησιν. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέ ραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἑβραϊκῷ ἀκο λουθοῦντες· ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδὲν ἔχων ἐλλεῖπον, οὐ χρόνον, οὐ βίον. Γέγραπται δὲ πάλιν ἀναστήσεσθαι αὐτὸν, μεθ' ὧν ὁ Κύριος ἀνίστησιν, τῶν δικαίων δηλονότι· οἱ γὰρ ἀσεβεῖς, φησὶν, οὐκ ἀναστήσονται ἐν κρίσει, οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. Καὶ ταῦτα δὲ ῥήματα δεχόμεθα, εἰ καὶ μὴ ὡς τοῦ παντὸς ὕφους ὄντα, ἀλλά γε ὥς τινος τῶν ἁγίων αὐτὰ συνυφήναντος τῇ βίβλῳ· πλὴν ὅμως πάντα δεχόμεθα, οὕτως ἐκ τῶν πατέρων τὸ βιβλίον παρειληφότες. ιηʹ. Οὗτος ἑρμηνεύεται ἐκ τῆς συριακῆς βίβλου. Συριακὴν νῦν τὴν Ἑβραίων διάλεκτον κα 391 λεῖ, ἐπειδὴ καὶ Συρίαν τὴν Ἰουδαῖαν, καὶ Σύρους οἱ πολλοὶ τοὺς Παλαιστινοὺς ὀνομάζουσιν· καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος φησί· Περιτέμνονται δὲ Ἰνδοὶ, καὶ Αἰγύπτιοι, καὶ Ἄραβες, καὶ οἱ ἐν Παλαιστίνῃ Σύροι· τοὺς Ἰουδαίους οὕτω καλοῦσιν.

About this text

Origen of Alexandria, Homiliae in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Homiliae in Job — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.