Homilies on Job · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; spiritual reading with the letter.

Greek

πληγὴν, καθὰ τὸ ἱερόν φησι γράμμα, ἔδει καὶ τοὺς παῖδας διπλῶς εἶναι. Σκόπει γὰρ ἐπὶ τῶν κτηνῶν· πρόβατα, φησὶν, ἦν αὐτῷ μύρια τε τρακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν ἑπτα κισχίλια· καμήλων ἑξακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν τρισχίλια· ζεῦγα βοῶν χίλια, πρῶτον γὰρ ἦσαν πεντακόσια. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν νομάδων ὄνων. 389 Γεννῶνται δὲ αὐτῷ, φησὶν, υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς, ὅσοι ἦσαν καὶ πρότερον· ἔδει δὲ τοὺς μὲν δεκατέσσαρας εἶναι, τὰς δὲ ἓξ, ἵνα εἶεν διπλοῖ τῶν ἀπολωλότων παίδων. Λέ γομεν οὖν, ὅτι τὰ μὲν πρόβατα ἀπολώλον ται, καὶ τὰ κτήνη· οἱ δὲ υἱοὶ καὶ αἱ θυγα τέρες τεθνήκασιν, οὐκ ἀπώλοντο. Ἔδωκεν οὖν αὐτῷ ὁ Θεὸς καὶ ἕτερα τοσοῦτα τέκνα, ὥστε ἐν τῇ ἀναστάσει διπλᾶ ἔχειν αὐτὰ, ὥστε καὶ πατέρα διπλασίων παίδων αὐτὸν πεποίηκεν ὁ Θεὸς, ὧν ἦν πρότερον πατήρ. Εἰ δὲ ἡ ψυχὴ ἐσβέννυτο μετὰ θάνατον, καὶ τὰ τῆς ἀναστάσεως οὐκ ἦν ἀληθῶς, ἔδει υἱοὺς δοθῆναι δεκατέσσαρας καὶ θυγατέρας ἕξ. ∆ιὸ ἱερῶς ἡ γραφὴ τετήρηκε περὶ τοῦ ὅτι ἔλαβεν υἱοὺς ζʹ· εἰ δὲ ἐγεγόνεισαν αὐτῷ δέκα τέσσαρες υἱοὶ καὶ θυγατέρες ἓξ, σω ζομένου τοῦ περὶ τῆς ἀναστάσεως λόγου, οὐκ εἰσὶν αὐτῷ διπλᾶ δεδομένα τὰ τέκνα, ἀλλὰ τριπλᾶ, ἢ ἦσαν δὲ πρῶτον. ι ʹ. Ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησεν διακόσια τεσσαράκοντα. Πῶς νοεῖται ὁ Ἰὼβ ζήσας μετὰ τὴν πλη γὴν, ἔτη ροʹ, τῶν πάντων ὄντων τῆς ζωῆς αὐτοῦ ἐτῶν σμηʹ; Φαμὲν τοίνυν λεπτολο γοῦντες, ὅτι πάντα τὰ ἀγαθὰ διπλᾶ ἀπο λαβὼν, ἐὰν καὶ τὰ τῆς προτέρας εὐημερίας ἔτη διπλᾶ ἀπείληπται, οὕτως ἀριθμῆσαι προ σήκει. Ἔζησεν ἐν τῇ προτέρᾳ εὐθηνίᾳ ἔτη οζʹ, καὶ ἀφ' οὗ τὴν πληγὴν ἐδέξατο, ἔμεινεν ἐν τῇ κακοπαθείᾳ ἔτη ιδʹ. Οὕτως νοητέον τὸ μετὰ τὴν πληγὴν, οὐκ ἀφ' οὗ ἡ πληγὴ ἐπαύσατο, ἀλλ' ἀφ' οὗ ἤρξατο· μετὰ δὲ τὰ τέσσαρα καὶ δέκα ἔτη, χρόνον τῆς νόσου,

About this text

Origen of Alexandria, Homiliae in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Homiliae in Job — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.