Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
ἀλλ' «εἶδος Ἑωσφόρου·» μετασχηματίζεται γὰρ εἰς ἄγγελον φωτός. Προσποιεῖται εἶναι οὐράνιος ἀστήρ· προσποιεῖται σύμβολον ἡμέρας. Ὡς λαμπάδες καιόμεναι. Οἶμαι μὲν καὶ πάντας 12.1049 τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς εἶναι στόμα τοῦ δράκοντος· εἴη δ' ἄν τι καὶ τροπικῶς νοούμενον παρὰ τοῦτο, ὅθεν οἱ λόγοι ἀπολλύντες. Εἴποτε ἤκουσας λόγου προφάσει Χριστιανισμοῦ κατηγοροῦντος τοῦ ∆ημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, τὰ Οὐαλεντίνου, τὰ Βασιλείδου· ὅταν κακῶς λέγωσι τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅταν τι ὅμοιον, ὄψει ὅτι ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται δαλοί. Τηρῶμεν οὖν ἑαυτοὺς, μήποτε ἐκεῖναι λαμπάδες ἡμᾶς καύσωσι· μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται. Ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. Οἷον πρόδρομός τις ἐστὶν αὐτοῦ καὶ δορυφέρει αὐτὸν ἡ ἀπώλεια· ὅπου ἐὰν ἔρχηται, προτρέχει ἡ ἀπώλεια αὐτοῦ, εἶθ' οὕτως αὐτὸς εἰσέρχεται. Ἐὰν μὴ πρῶτον παραδέξηταί τις τὴν ἀπώλειαν, οὐ παραδέχεται τὸν δράκοντα· ὅταν γὰρ ἁμάρτῃ τις, τότε, κνηθόμενος τὴν ἀκοὴν, διδασκάλους ζητεῖ ἀπολούμενος· καὶ ζητῶν διδασκάλους, μετὰ τὸ ἀπολέσθαι εὑρίσκει τὸν δράκοντα, καὶ παραδέχεται τοῦτον τοσούτων κακῶν πεπληρωμένον εἰς τὴν ἑαυτοῦ ψυχήν. ΚΕΦ. ΜΒʹ. Ἔδωκε δὲ ὁ Κύριος διπλᾶ. Ὁ μὲν οὖν πάντα πειρασμὸν ὑποστὰς ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ πάντα διπλᾶ παρὰ τὰ πρότερον· ὁ δὲ Κύριος ἆθλα δίδωσιν οὐχὶ διπλασίονα μόνον, ἀλλ' ἑκατονταπλασίονα· οὐκ ἂν δὲ διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.
About this text
Origen of Alexandria, Selecta in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Selecta in Job — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.