Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.
Greek
δεδεμένος γεγένηται τοῖς νηπίοις καὶ θηλάζουσιν, ὧν ἐκ στόματος κατηρτήσατο αἶνον ὁ Θεός. Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη. Ὥσπερ τῶν πιστῶν βρῶμα ὁ Κύριος, οὕτως ὁ δράκων τῶν ἀσεβῶν· «Ἔδωκας γὰρ αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι·» τουτέστι, τοῖς υἱοῖς τοῦ σκότους, τοῖς ἐν ἀγνωσίᾳ. Καθ' ἕκαστον γὰρ λόγον ὃν παραδεχόμεθα, ἤτοι ἀπὸ τοῦ δράκοντος ἐσθίομεν, ἐὰν παραδεξώμεθα ἀκοὴν ματαίαν, ἢ ἀπὸ τοῦ Χριστοῦ, ἐὰν παραδεξώμεθα λόγον οἰκοδομοῦντα καὶ ὠφελοῦντα. Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Σαφέστερον δὲ εἰπεῖν· Οἱ ἄνθρωποι, οἱ πλοίοις τοῖς σώμασι χρώμενοι, τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα νεκρῶσαι αὐτοὶ καθ' ἑαυτοὺς οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, καὶ ὅλον αὐτὸν κομίσαι καὶ νεκρῶσαι δυνάμεθα. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ' ἑαυτῷ, τὸν διάβολον, κατὰ τό· «Ὁ δὲ Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.» Εἰς πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι, Θώραξ καὶ στῆθος ὀνομάζεται, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. Οὐχ ἁπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ· δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν· ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται· τῷ γὰρ ἁγίῳ οὐκ ἔπτυκται. Πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. Τὸ, «οὐ μὴ διέλθῃ,» οὐχ ὅτι οὐ διέρχεται καὶ παρέρχεται, ἀλλ' ὅτι οὐδὲν αὐτὸν λανθάνει· πάντας δεῖ δι' αὐτοῦ ἐλθεῖν. Ἑαυτοὺς οὖν παρασκευάσωμεν, τοῦ μὴ κατασχεθῆναι ὑπ' αὐτοῦ. Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. Οἱ ὀφθαλμοὶ γοῦν αὐτοῦ οὐκ εἰσὶν Ἑωσφόροι,
About this text
Origen of Alexandria, Selecta in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Selecta in Job — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.