Selecta in Job · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and Origen’s theoria.

Greek

ἀποβαλεῖν, ἀρχὴν ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα. ὅ τι δήποτε τούτων ὑποστῆναι· οὐδὲν τούτων οἷόν τε παθεῖν ἡμᾶς, μὴ κρίνοντος τοῦ Θεοῦ. Ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα· «Μὴ ἀποποιοῦ μου τὸ κρῖμα·» τουτέστι, Μὴ ἀπαρνοῦ ὅπερ ἔκρινα περὶ σοῦ· τὸν παρόντα λέγει χρηματισμόν. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀπολογοῦμαί σοι· δίκαιος ἦς, ἀλλ' οὐκ ἦς φανερός· ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεῖν τοῦ λάμψαι σου τὴν ὑπομονήν· εἶχες ἀνδρείαν· ἀλλ' ἐκρύπτετο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξω 12.1048 μεν τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν· «Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι,» τουτέστι τὸν πειρασμὸν συγχωρῆσαι, ἢ ἵνα τοῖς ἀγνοοῦσι δήλη ἡ σὴ δικαιοσύνη ᾖ; Ἀνάλαβε δὴ ὕψος. Ἔστι δὲ καὶ οὕτω νοῆσαι τοὺς στίχους· Νενίκηκας τὸν πειραστήν· ἀνάλαβέ σου τὸ ὕψος· ἀνάλαβέ σου τὴν δύναμιν· στεφάνωσαι· ἔνδυσαι εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ' αἰσχύνης ἀπέστρεψας μετὰ τῆς αὐτοῦ φάλαγγος. ΚΕΦ. ΜΑʹ. Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; Μεγάλης καὶ ἐῤῥωμένης καὶ τελείας ψυχῆς διαγράφει τὸ τέλος, ὅτι γε ὁ δράκων αὐτῷ, ὥσπερ στρουθίον παραδέδοται παιδίῳ, μηδὲ βλάψαι τὸ παιδίον δυνάμενον, ὅτι καὶ δεδεμένον αὐτὸ ἄγει ὅπου γε βούλεται τὸ παιδίον καὶ περιφέρει· οὕτω τῇ χάριτι τοῦ Κυρίου, ὡς στρουθίον ὑποχείριον, ὁ Σατανᾶς

About this text

Origen of Alexandria, Selecta in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Selecta in Job — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.