Fragments on Lamentations · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

πιᾶναι. διὰ τοῦτο ἀσθενήσαντες, καταληφθέντες ὑπὸ τοῦ διώκοντος , ὅστις ἐστὶν «ὁ ἀντίδικος ἡμῶν διάβολος», ἔμ προσθεν αὐτοῦ πορεύονται ἐλαυνόμενοι ὅπῃ ἐκεῖνος ἄγειν ἐθέλει. ἐὰν μέντοιγε ἡ προειρημένη θυγάτηρ Σιὼν ἐπιμέλειαν ποιήσηται τοῦ κάλλους αὐτῆς καὶ τῆς εὐπρεπείας αὐτῆς καὶ πρόνοιαν τοῦ φρουρεῖσθαι τὸ ἀξίωμα, φαυλίζει καὶ μυκτηρίζει τὸν τῶν Ἀσσυρίων βασιλέα, ὡς ἀπὸ τοῦ Ἡσαΐου μεμαθήκαμεν λέγοντος· «ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών». 20 Ὁ γὰρ μιμνῃσκόμενος ἐν τῷ τάδε τινὰ πάσχειν οὐ τοῦ ἐνεστη κότος μιμνῄσκεται , ἀλλὰ τοῦ παρεληλυθότος. Καὶ μετ' ὀλίγα· Τοιαῦτα διαπορήσαντες ἐν τῷ τόπῳ καὶ ζητοῦντες ὑπόμνησιν παρεληλυθυίας ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς , διὰ τὸ πεπτωκέναι τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ τὰ ἐπιφερόμενα αὐτῇ συμβεβηκέναι, ἐπισκοποῦμεν μὴ ἄρα ἡ κυρίως ταπείνωσις οὐκ ἄλλη τίς ἐστιν τῆς ἁμαρτίας, ὥσπερ ὕψωσις ἡ κατόρθωσις, καὶ ἀπωσμὸς οὐδενὸς ἐνεργοῦντος γίνεται ἢ τῆς μοχθη ρᾶς πράξεως· ἱκανὴ γὰρ αὕτη ἀπώσασθαι ἀπὸ θεοῦ καὶ παντὸς τοῦ κατὰ φύσιν καλλίστου. ὅτε τοίνυν μεθύουσα ἡ Ἱερουσαλήμ, τουτέστιν οἱ κατοικοῦντες αὐτήν, καὶ ἐξεστηκυῖα ἀπὸ τῆς ἁμαρτίας ἐταπεινοῦτο, οὐκ ἐφήσθη τοῖς πταίσμασιν· ὅτε δὲ αἱ ἀνταποδόσεις αὐτῆς ἐληλύθασι διὰ τοῦ τὸν λαὸν αὐτῆς πεπτωκέναι εἰς χεῖρας τοῦ θλίβοντος , οὐδενὸς αὐτῇ βοηθοῦντος , τότε ὑπεμνήσθη τῶν δι' ἃ ἔπασχεν, αἴτια ἐκεῖνα καταλαμβάνουσα εἶναι τοῦ τε πεπτω κέναι τὸν λαὸν αὐτῆς καὶ τοῦ ἀβοήθητον αὐτὴν καταλελεῖφθαι. Καὶ μετ' ὀλίγα· Ἐὰν δὲ ἡ τοιάδε ψυχὴ ᾖ ἡ Ἱερουσαλήμ, ἄξιον ζητῆσαι τὸν λαὸν αὐτῆς , οὗ πίπτοντος εἰς χεῖρας θλίβοντος , τῷ μὴ ὑπάρ χειν βοηθόν, αὐτὴ μιμνῄσκεται τῶν τῆς ταπεινώσεως αὐτῆς ἡμε ρῶν, ἔτι δὲ καὶ τῶν ἰδίων οὓς ἀπώσθη ἀπωσμῶν , πρὸς τούτοις καὶ ἐπιθυμημάτων αὐτῆς ὅσα ἦν ἐξ ἀρχαίων ἡμερῶν . ὅρα δὲ εἰ μὴ τὰ ἐν τῇ ἐπιστημονικῇ ψυχῇ θεωρήματα ὁ λαός ἐστι τῆς Ἱερουσαλήμ, ὅστις παρὰ τὸ ἐν ἀπροσεξίᾳ καὶ ἀμελείᾳ γεγονέναι τὴν ψυχὴν πίπτει καταβαλλόμενος ὑπὸ παντὸς τοῦ θλίβοντος. ἀπορρεῖ γὰρ τὰ δόγματα τῶν ἀμελούντων, ἐκθλιβόμενα ὑπὸ τῶν χώραν ἰσχόντων ἁμαρτημάτων παρὰ τῷ τῶν κρειττόνων ἀμελοῦντι, οὐδα μῶς ἴσχοντα τὴν ἐκ λόγου βοήθειαν. 21 Ὁ τῆς λέξεως νοῦς τοιοῦτός ἐστιν. ἐπεὶ ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ, ἐν σάλῳ γεγένηται καὶ ταραχῇ ἐπὶ τοσοῦτον, ὡς πάντας τοὺς πρότερον δοξάζοντας αὐτὴν μεταβαλόντας ἠτι μακέναι τὴν τοιαύτην πόλιν, θεασαμένους αὐτῆς τὴν ἀσχημο σύνην. αὐτὴ δὲ ἐφ' οἷς πέπονθε διὰ τὰ ἁμαρτήματα, σάλῳ καὶ ἀτιμίᾳ τῇ ἀπὸ τῶν ποτε δοξαζόντων περιπεσοῦσα, στενάζουσα οὐκέτι εἰς τὸ ἔμπροσθεν ἐλήλυθε τῶν ἁμαρτημάτων, ἀλλὰ μειώσασα αὐτὰ ὀπίσω ἀνακεχώρηκεν. Καὶ μετ' ὀλίγα· Ἐὰν δὲ Ἱερουσαλὴμ ἡ τοιάδε ψυχὴ λέγηται, ἐντρεχής τις καὶ διορατικὴ καὶ «τῆς τοῦ θεοῦ εἰρήνης τῆς ὑπερεχούσης πάντα νοῦν» κατανοητική, ἐπεὶ δυνατὸν παρὰ πολλὰς αἰτίας καὶ ταύτην ἁμαρτεῖν, δηλοῦται τὸ εἰς σάλον αὐτὴν μεταπεπτωκέναι ἀποστᾶσαν τῶν κα λῶν καὶ ἐν τοῖς χείροσι γεγενημένην. πᾶς δὲ ὁ τῆς ἀρετῆς ἐκπεσὼν καὶ τῇ κακίᾳ συμβιοὺς ἐν σάλῳ τυγχάνειν ὑγιῶς λέγεται. 22 ∆ηλοῖ τὴν ἀνακοπὴν τῶν ἁμαρτημάτων τῆς Ἱερουσαλήμ, οὐκέτι «τοῖς ἔμπροσθεν ἐπεκτεινομένης» τῶν πταισμάτων οὐδὲ ἐν τῇ νομῇ τῶν ἁμαρτημάτων γινομένης, ἀλλ' ἀποστρεφομένης 4 εἰς τὰ ὀπίσω ἐπὶ τῷ ἰδίῳ καλῷ. 23 Κατὰ μὲν τὴν σωματικὴν διήγησιν τὸ λεγόμενον περὶ τῆς Ἱε ρουσαλὴμ νῦν τοιοῦτόν ἐστιν. ἐμπόδιόν ἐστιν ἡ ἀκαθαρσία τῆς Ἱερουσαλήμ· τίνος δὲ ἐμπόδιον, ἡμῖν καταλέλοιπε νοεῖν ὁ προφήτης. τάχα οὖν δηλοῖ ὅτι κωλυτική ἐστι τῆς πορείας αὐτῆς ἡ ἀκαθαρσία . ἀλλὰ καὶ τοιάδε τις οὖσα δηλοῖ ὅτι Ἱερουσαλὴμ τῶν ἐσχάτων αὐ τῆς οὐκ ἐμνημόνευσεν . ταῦτα δὲ ὁ ἔχων πρὸ ὀφθαλμῶν καὶ ὁρῶν τί διὰ τὰ ἁμαρτήματα ἀπαντήσεται, οὐχ ἁμαρτήσεται. διὰ ταύτην τοίνυν τὴν ἀκαθαρσίαν ἐμπόδιον αὐτῇ· καὶ διὰ τὸ μὴ μνη μονεύειν αὐτὴν τῶν ἐσχάτων αὐτῆς , τὰ θαυμαστὰ αὐτῆς καὶ τὰ μεγάλα, ἅτινα εἶχεν ὅτε ἀξία τοῦ ἐπισκοπεῖσθαι ἐτύγχανε, κατεβίβασε καὶ εἰς ταπεινότητα ἤνεγκε, πρότερον ὑπέρογκα ὄντα καὶ μείζονα παντὸς ἐπαίνου. ἀλλὰ καὶ μετὰ ταῦτα πάντα οὐκ ἦν ὁ παραμυ θούμενος τὴν τὰ μέγιστα αὐτῆς καταβιβάσασαν. ἐπὶ τούτοις δὲ κατανόησον τὴν ἐμοῦ τοῦ λέγοντος ταπείνωσιν, κύριε , ἐπει δήπερ ὁ ἐχθρὸς ἐπὶ τοῖς γενομένοις τῇ πατρίδι μου μεγαλύνεται . Καὶ μετ' ὀλίγα· Ζητητέον μέντοι κατὰ τοὺς τῆς ἀναγωγῆς νόμους,

About this text

Origen of Alexandria, Fragmenta in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Lamentationes — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.