Fragments on Lamentations · §u02-open

Fragmenta in Lamentationes Unit 2 opening

Unit 2.

Lemma-led open — ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ' ἐμοῦ

Greek

εἰ δυνατὸν ἔν τινι τυγχάνειν ἀκαθαρσίαν οὐκ αἰτίῳ ταύτης ὄντι. ἴδωμεν δὲ καὶ τὰ πρῶτα νοήματα τοῦ Θρήνου. ἡ τοιάδε ψυχὴ ἐκπεσοῦσα πάντως καὶ ἐν ἀκαθαρσίᾳ ἐστίν, ἥτις ἀκαθαρσία κωλύει τὴν ἁγίαν ὁδὸν ὁδεύειν. καὶ ὥσπερ τὰ ὑποδήματα κελεύεται ὑπὸ θεοῦ ὑπολύσασθαι ἁγίῳ τόπῳ ἐπιβαίνων ὁ ἱερὸς Μωσῆς καὶ ὁ διάδοχος αὐτοῦ Ἰησοῦς, οὐ καθήκοντος περικεῖσθαι νεκρὰν δορὰν ἐν ἱερῷ τόπῳ τοὺς πόδας, οὕτως εἰ μέλλοι τις ὁδεύειν ἀνεμποδίστως, τάχα οὐ μόνον ὑπολύσα σθαι, ἀλλὰ καὶ ἀποπλύνασθαι ὀφείλει τὴν ἀκαθαρσίαν τὴν γενομένην ἀπὸ τοῦ χοῦ περὶ τοὺς πόδας. καὶ οἰόμεθά γε τούτου σύμβολον εἶναι τὸ τὸν σωτῆρα βαλόντα ὕδωρ εἰς τὸν νιπτῆρα πεπλυκέναι τοὺς πόδας τῶν μαθητῶν, λέγοντα τῷ μηδέπω συνιέντι τὸ μυστή ριον καὶ διὰ τοῦτο κωλύοντι Πέτρῳ· «ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ' ἐμοῦ», καὶ «ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα». οὐκοῦν δεήσει περιαθροίσαν<τας> περὶ τούς, ἵν' οὕτως εἴπω, πόδας τῆς ψυχῆς ἀκαθαρσίαν [καὶ] δεηθῆναι τοῦ Ἰησοῦ, ὅπως αὐτὴν ἀποπλύνῃ καὶ δυνηθῶμεν μέρος ἔχειν μετ' αὐτοῦ. εἰ γὰρ παρα μένοι αὕτη, ἐμπόδιόν ἐστι τὴν κατὰ τὸν ὑγιῆ λόγον ἡμᾶς βαδίζειν ὁδόν, τὸν σωτῆρα τὸν εἰπόντα· «ἐγώ εἰμι ἡ ὁδός». 24 ∆ῆλον δὲ ὅτι ἡ μὲν ὑγιαίνουσα ψυχὴ ἢ κἂν τοιαύτη γε εἶναι βουλομένη ταῦτα πράττει, οὐ τοσοῦτον τὸ παρὸν μόνον σκοποῦσα, ὅσον προορωμένη τί καὶ εἰς τὰ μέλλοντα ἐκ τῶν ἐπιτελουμένων ἀπαντηθήσεται. καὶ ἐὰν μὲν χρηστοῦ τινος νομιζομένου ἐπὶ τοῦ παρόντος γίνεσθαι προθεωρῇ τὸ ἐν τῷ μέλλοντι πικρόν, παραπεμψα μένη τὸ δοκοῦν εἶναι ἡδὺ τὸ ἐναντίον πράττει, ὑπὲρ τοῦ μὴ μετὰ ταῦτα χαλεπῷ τινι περιπεσεῖν· ἐὰν δὲ ἐπιπόνου τυγχάνοντος τοῦ παρόντος ἀγαθαὶ ἐλπίδες διαδέχωνται τὸ φαινόμενον σκληρόν, ἑκου σίως αὑτὴν ἐπιδώσει τῇ τραχύτητι τοῦ δόξαντος ἂν εἶναι δεινοῦ παρά τισιν, ἐπὶ τῷ τυχεῖν τῶν διὰ τὸ ὑπομεμενηκέναι ταῦτα δια δεχομένων γλυκέων τὰ σκληρά. 25 Ταῦτα δὲ πάντα, φησί, παθοῦσα ἡ τροπικώτερον καλουμένη Ἱε ρουσαλὴμ οὐδὲ τοῦ παραμυθουμένου εὐπόρησεν· ἀποστραφεῖσα γὰρ τὸν ἐν αὐτῇ λόγον καὶ ὅλη τοῦ πάθους γεγενημένη, τὸν βοηθὸν ἀπολώλεκε, τὸν ἀεὶ κατὰ τῶν πόνων ὁπλίζοντα καὶ τῶν νομιζο μένων δεινῶν τὴν προσέχουσαν αὐτῷ διάθεσιν. ἐπὶ τούτοις δ' ἐμοῦ τοῦ πολίτου τὴν ταπείνωσιν ἴδε · ὡς ἂν λέγοι συγγενὴς ψυχῆς· τὸ τοῦ πολίτου μου πάθος, δι' ἣν ἐδιδάχθην φιλανθρωπίαν, ἐμή ἐστι συμφορά. κατανόησον οὖν, ὦ κύριε , καὶ μὴ τέλεον καταλίπῃς τὴν τὰ προειρημένα πεπονθυῖαν· μὴ ὑπερίδῃς τὸν ἐχθρὸν αὐτῇ, λέγω δὴ τὴν κακίαν μεγαλυνθεῖσαν καὶ κεχυμένην κατ' αὐτῆς. δύνα ται δὲ τροπικώτερον λέγεσθαι τὸ ἴδε, κύριε, τὴν ταπείνωσίν μου ὑπὸ τοῦ ἐνυπάρχοντος τῇ ψυχῇ λόγου, ἀτιμασθέντος καὶ τετα πεινωμένου καί, ἵν' οὕτως εἴπω, τὸ ἴδιον βασίλειον ἀπολωλεκότος. 26 Ἐπιθυμήματα τοίνυν τῆς Ἱερουσαλὴμ νοητέον τὰ ἐν τῷ ναῷ, καὶ τὰ ἅγια τῶν ἁγίων ἀποκείμενα εἰς τὴν ἱερατικὴν λειτουργίαν εὔθετα, καὶ τὰ ἄλλως παρὰ τὸ ἐναποκεῖσθαι τῷ ναῷ θεῖα εἶναι πεπιστευμένα, οἷον τὴν 5 λυχνίαν τὴν χρυσῆν καὶ τὰ λοιπά. πεπει σμένοι γὰρ οἱ ἀπὸ τοῦ λαοῦ ταῦτα εἰς δόξαν θεοῦ ἐναποκεῖσθαι τῷ ναῷ, πάντων προέκρινον αὐτὰ ἐπιθυμοῦντες αὐτοί τι παθεῖν μᾶλλον ὑπὸ τῶν πολεμίων χαλεπὸν ἢ τούτων ὑποχείριόν τι γενέσθαι τοῖς ἐχθροῖς. τὸ δὲ ἁγίασμα ἔθος τοῖς ἐκ περιτομῆς τὸν ναὸν καλεῖν. 27 Παραδοξότατον δέ τι πέπονθεν ἡ Ἱερουσαλὴμ παρὰ τὸν καιρὸν τῆς αἰχμαλωσίας. ἐθεάσατο γὰρ ἔθνη, ἃ ἐνετείλατο ὁ θεὸς εἰς τὴν ἐκκλησίαν μὴ εἰσέρχεσθαι , πατοῦντα τὸ ἁγίασμα, ἔνθα οὐδὲ τοῖς Ἰσραηλίταις εἰσελθεῖν θέμις, μόνων ἀξιωθέντων τῶν ἱε ρέων ἐν ἐκείνῳ μετὰ τῶν οὐ τυχόντων ἁγνισμῶν γίνεσθαι τῷ χωρίῳ. ἔφθασαν δὲ οἱ πολέμιοι καὶ μέχρι τῶν ἀβάτων εἰσελθόντες εἰς τό πον ὃν μόγις «μετὰ πολλῆς ἁγιστείας ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυ τοῦ εἰσῄει». Καὶ μετ' ὀλίγα· Ἐὰν δὲ Ἱερουσαλήμ, καθάπερ

About this text

Origen of Alexandria, Fragmenta in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Lamentationes — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.