Fragmenta in Lamentationes Unit 3 opening
Unit 3.
Lemma-led open — μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν
Greek
καθάπερ ἐν τοῖς κερασφόροις τῶν ζώων, καὶ διότι τοῦ σώματος ἐξέχει καθὰ τῶν ὑπηκόων οἱ ἄρχοντες. καὶ ∆ανιὴλ δὲ τὰς βασιλείας ἀπείκασε κέρασιν. δηλοῖ δὲ καὶ τὴν ὑπεροψίαν τοῦ ἡγεμονικοῦ τὸ κέρας , ὡς ἐν τῷ «μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν». ἀπο στρέψας οὖν αὐτοῦ τὴν σῴζουσαν χεῖρα τοῖς πολεμίοις εὐαλώτους ἐποίησεν, οὓς δὴ καὶ φλόγα πάντα δαπανῶσαν ἐκάλεσεν. εἴποις δ' ἂν καὶ πᾶν ἐξέχον νόημα κέρας , καὶ πῦρ τὰ «πάθη τῆς ἀτιμίας», οἷς ὁ πλημμελῶν παραδίδοται, πᾶσαν τὴν κυκλοῦσαν ἀπολέσας βοήθειαν κατὰ τὸ «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβου μένων αὐτόν». 46 Καὶ γὰρ ἐν τῷ ναῷ τὰς σφαγὰς ἐτόλμησαν οἱ πολέμιοι, συγ χωροῦντος τοῦ θεοῦ. καλῶς δὲ τὸ ὡς ἐχθρός · οὐ γὰρ ἐχθραίνων κολάζει ὁ θεός, ἀλλ' ὠφελῆσαι βουλόμενος ἢ τοὺς πάσχοντας ἢ τοὺς ὁρῶντας. σκηνὴν δὲ καλεῖ τὸν ναὸν κατὰ τὸ ἐξ ἀρχῆς ἁγίασμα, καὶ τόξον τὴν τιμωρητικὴν δύναμιν ὡς ἐν Ἀμβακούμ· «ἐντείνων ἐντε νεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει κύριος», τὰς ἀντικειμένας δηλονότι ἀρχάς τε καὶ ἐξουσίας. ὁ υἱὸς δέ, δεξιὰ τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων, σφόδρα κατηγωνίσατο, καταλύσας καὶ ἅπερ ἐν ναῷ θεοῦ ἔστησαν εἴδωλα (ταῦτα γὰρ ἐπιθύμημα ὀφθαλμῶν ), ἀποκτείνας ἀντὶ τῶν εἰδώλων τοὺς ἐνοικήσαντας δαίμονας. 47 Βάρεις τὰς οἰκίας φησίν, ἅπερ βασιλείας ἐξέδωκε Σύμμαχος. ἐπαναλαμβάνει δὲ τοὺς θρήνους, ὡς ἄν τις ἐπὶ πένθει περιαλγῶν. πάλιν δὲ δείκνυσιν, ὡς ταπεινὸν λογισμὸν καὶ ταπεινὴν ἀνείληφεν ἔννοιαν, καθαιρεθέντων τῶν ὡς οἰκημάτων τε καὶ φρουρίων, κα θάπερ πληρούντων τὸ ἡγεμονικόν. ἀρεταὶ μὲν γὰρ τὰ οἰκήματα, ὑπ' αὐτῶν γὰρ σκεπόμεθα, ὀχυρώματα δὲ οἱ ἀναντίρρητοι λο γισμοί. οὐ γὰρ ἐπὶ χειρόνων νῦν ἡ καθαίρεσις «ὑψωμάτων, ἐπαιρο μένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ», οὐδὲ ταπεινότητος καθ' ἥν τις «μανθάνει τὰ δικαιώματα τοῦ θεοῦ»· ταῦτα γὰρ χαρᾶς, ἀλλ' οὐ Θρήνου πέφυκεν ἄξια. 48 Σκηνὴν μὲν τὸν ναόν, ἄμπελον δὲ καὶ ἀμπελῶνα λέγει τὸν Ἰσραὴλ κατὰ τὸ «ἄμπελον ἐξ Αἰγύπτου μετῆρας» παρὰ ∆αβίδ, καὶ «ἀμπελὼν ἐγενήθη τῷ 9 ἠγαπημένῳ» παρὰ Ἡσαΐᾳ. καὶ ∆αβὶδ μὲν ἐπάγει· «ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς;» καὶ τὰ ἑξῆς, ὁ δὲ Ἡσαΐας· «ἀφεῖλες τὸν φραγμὸν αὐτοῦ» καὶ τὰ ἐπὶ τούτῳ. ταῦτα καὶ ὁ παρὼν ἐδήλωσε Θρῆνος. συστείλας γὰρ ἑαυτοῦ τὴν φρουρὰν ὁ θεὸς τοῖς πολεμίοις παρέδωκεν, οὐκέτι «κύκλῳ αὐτοῦ παρεμβάλλον τος ἀγγέλου» διὰ τὸ μὴ «φοβεῖσθαι τὸν θεόν». κατήργησε δὲ καὶ τοὺς κατὰ νόμον εἰς λατρείαν καιρούς, ὡς ἐν Ἡσαΐᾳ φησί· «νηστείαν καὶ ἀργείαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου». ὅπερ λήθην ἐκάλεσεν, ἀλλ' οὐχ ὡς πάθος ἀνθρώπινον. παρώξυνε δὲ βασιλέα καὶ ἱερέα , ἀγανακτοῦντας εἰ μερὶς ὄντες θεοῦ τοιαῦτα παρ' ἀσε βούντων ὑφίστανται. 49 Τὰ λειτουργικὰ παρέδωκε σκεύη, μηκέτι ταῖς παρ' ἀσεβῶν θυσίαις εὐαρεστούμενος κατὰ τὸ «ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι». παρέδωκε δὲ καὶ τὸ συνέχον τεῖχος τὰς οἰκίας τῆς πόλεως, ἤγουν τὰ βασίλεια καθάπερ ἐξέδωκε Σύμμαχος. οἱ δὲ δυσμενεῖς παραλαβόντες καὶ τὸν νεὼν ὡς ἐπὶ τελείᾳ νίκῃ λοιπὸν ἑώρταζον ἀλαλάζοντες. ψυχῆς δὲ θυσι αστήριον τὸ ἐν ἡμῖν λογικόν, δι' οὗπερ ἱερουργεῖται τὰ πάθη νεκρούμενα. 50 Πᾶσαν γὰρ αὐτῆς ἀφεῖλεν ἀσφάλειαν, τῆς τιμωρίας ἐκτείνας τὸ μέτρον · ὃ δὴ καὶ Ζαχαρίας τεθέαται. 51 Πενθεῖ δὲ τεῖχος καὶ προτείχισμα , τὰ πένθους ἄξια, τοῦ κλαίειν καὶ τοῖς ὁρῶσιν αἴτια γινόμενα· «τὴν γὰρ βουλὴν κυρίου τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει;» κατὰ τὸν μακάριον Ἡσαΐαν. τὴν δὲ τοιαῦτα πενθοῦσαν εἴτε πόλιν εἴτε ψυχὴν ὡς εἶναι τοῖς ἐχθροῖς καταπάτημα , πενθεῖν εἰκὸς ἀγγέλους τοὺς πρότερον αὐτὴν ἄλλους ἐπ' ἄλλοις φυλάττοντας, μεί ζους τε καὶ ὑποβεβηκότας. εἰ γὰρ ἐπὶ σωθεῖσι χαίρουσιν, ἐπὶ πεσοῦσι πῶς οὐ πενθήσουσιν; 52 Ὡς γὰρ ὑπὸ γῆς ἢ
About this text
Origen of Alexandria, Fragmenta in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Lamentationes — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.