Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
γεωργία καὶ εἴ τι χειροποίητον, φησὶ διαπεπετασμένας καὶ οὐ συνεστραμμένας οὐδὲ τὸ πρέπον ἔργον χερσὶ ποιουμένας, ὡς ἐν ἀργῷ καὶ ἐρήμῳ τῇ χώρᾳ. εἰ δὲ τοὺς ἐν οικοῦντας λέγει, χεῖρες ἂν εἶεν γεωργοὶ καὶ ἐργάται, μὴ συστέλλοντες εἰς ἔργα τὰς χεῖρας διὰ τὰ περιστάντα. εἰ δὲ τῆς Σιὼν χεῖρες τρο πολογοῦνται, πόσῳ μᾶλλον τὰ κατὰ τὴν γραφὴν μέλη τοῦ θεοῦ. καὶ αὐτὸ δὲ τὸ ὄρος, ὡς εἰπεῖν, μετὰ τοῦ ἔθνους στενάζει, οὐκ ἔχον εἰς παραμυθίαν οὐ θεόν, οὐχ ἅγιον ἄνδρα. 38 Στόμα κυρίου τοὺς προφήτας ἐκληπτέον, ὧν ὑπάρχων Ἡσαΐας ἔλεγε· «τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα». Ἱερουσαλὴμ δὲ ὠνεί δισται ὑπὸ τοῦ σωτῆρος ὡς «ἀποκτείνασα τοὺς προφήτας», καθὸ καὶ παρεπίκρανε τὸ στόμα κυρίου πόνοις αὐτοὺς πικροτάτοις ἐκδοῦσα. ὁ δὲ «τὸ αἷμα τῶν προφητῶν ἐκζητῶν» θεὸς ἀλγηδόσι ταῖς ἐκ πολέμων καὶ πάλιν αἰχμαλωσίαις παραδίδωσιν αὐτῆς νεα νίσκους τε καὶ παρθένους . ἀνθ' ὧν οὖν πέπονθεν, ἐξομολογεῖται τοῖς ἄλλοις ἑαυτὴν παράδειγμα τούτοις παρέχουσα, πρὸς τὸ μὴ πα θεῖν παραπλήσια τὴν τοῦ θεοῦ μαθόντας δικαιοσύνην. 39 Μετὰ τὸ αἰσθητόν, παρθένους νόει τοὺς ἐν ἀφθαρσίᾳ βιοῦντας, νεανίσκους δὲ τοὺς ἐν ἀρετῇ εὐδοκίμους. πολλάκις γὰρ καὶ οἱ ἅγιοι τοῖς ὑπευθύνοις συμπάσχουσιν. 40 Τοὺς ἐραστὰς οἵτινές εἰσι, δεδήλωκεν Ἰεζεκιὴλ λέγων πρὸς Ἱερουσαλήμ, ἣν Ὀλίβαν καλεῖ· «τάδε λέγει κύριος κύριος· ἰδοὺ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ κυκλόθεν, υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους»· οὗτοι γὰρ πρότερον ὄντες φίλοι κατὰ θείαν πρόνοιαν εἰς ἔχθραν μετέβαλον. ὃ δὴ πολλάκις ἐπὶ ἔρωτος γίνεται τρεπομένου πρὸς μῖσος· λέγει γὰρ περὶ μὲν Σαμαρείας· «καὶ ἐξεπόρνευσεν ἡ Ὄλλα ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς τοὺς Ἀσσυρίους», καὶ μετ' ὀλίγα· «διὰ τοῦτο παρέδωκεν αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων». λέγει δὲ καὶ περὶ τῆς Ἱερουσαλήμ· «καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀλίβα, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς, καὶ ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο». 41 Ἐν μὲν οὖν τῇ προφητείᾳ ἀλγεῖ τὴν ψυχὴν ὡς πεισόμενος δει νότατα· ἐν δὲ τῷ παρόντι Θρήνῳ, ὡς ἤδη τούτων συμβεβηκότων, ἄχθεταί τε καὶ δι' ἁμαρτίας ὁμολογεῖ τὴν χρηστότητα τοῦ θεοῦ πικροτάτην ἑαυτὴν καταστῆσαι, ὡς καὶ ἀτεκνωθῆναι τὴν πολύ τεκνον, καὶ τὸ δεινότατον, πολεμίᾳ χειρί. προσωποποιίας δὲ οὔσης, οὐ δεῖ ζητεῖν πόλεως κοιλίαν τεκοῦσαν καὶ καρδίαν λελυμένην. 42 Μερίζει 8 τὸν λόγον Ἱερουσαλὴμ πρὸς τοὺς ἐχθρούς, οὓς ἀκοῦσαι βούλεται, καὶ πρὸς τὸν θεόν. ἀλλὰ τί παρακαλεῖ πρὸς ἀκοὴν τοὺς ἐχθρούς; τί δέ φησι τῷ θεῷ περὶ αὐτῶν ὡς ἐχάρησαν ; μήποτε τοίνυν (ἐπεὶ «τῷ αὐτῆς καὶ Ἰσραὴλ παραπτώματι γέγονεν ἡ σω τηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς», καὶ «ὅταν τὸ πλή ρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται») πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν τὰ πρῶτα λέγει προφητικῶς, πρὸς τὸν θεὸν δὲ τὰ δεύτερα. ἐγκατελείφθην παθεῖν ἵνα χώραν λάβητε, καὶ γέγονα δι' ὑμᾶς ἐχθρὰ τοῦ θεοῦ, καίπερ κατὰ τὴν ἐκλογὴν ἀγαπητὴ διὰ τοὺς πατέρας ὑπάρχουσα. διὸ τὸν ἐμὸν ἀκούσαντες στεναγμόν , καὶ τὴν αἰτίαν τούτου νοήσατε· τέλεον γὰρ ἐφ' ὑμετέρᾳ σωτηρίᾳ ἐγκα ταλέλειμμαι, μὴ ἔχουσα τὸν ἀεί με παραμυθούμενον μετὰ πεῖραν κακῶν. νῦν γὰρ «ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ»· ἦλθε γὰρ ᾧ ἦν «τὰ ἀποκείμενα», «ἡ προσδοκία τῶν ἐθνῶν», οὗπερ ἐκδικουμένου τοῦ αἵματος, οὐδεὶς ὁ παρακαλῶν ἔτι τὴν Ἱερουσαλήμ. 43 Τουτέστι· μὴ ἐπὶ πλέον ἀφεθῇ χρῆσθαι αὐτῶν ἡ κακία , γέ νοιτο δέ σου ἐν ἐπισκοπῇ, ὡς εἴ τις εὔξαιτο τραύματα εἰς ὄψιν ἐλθεῖν ἰατροῦ πρὸς τὸ τυχεῖν τελείας ἰάσεως. τοῦτο γὰρ τὸ πᾶσα · μακάριον γὰρ μάλιστα μὲν τὸ μὴ ἁμαρτεῖν, δεύτερον δὲ τὸ πᾶσαν ἡμῶν ἐπισκοπεῖσθαι παρὰ θεοῦ τὴν κακίαν. 44 Ἐπιφυλλίσαι δὲ τὸ μετὰ τρυγητὸν τὰ βραχέα τῶν κατα λειφθέντων ἐπιτρυγᾶν, ὅπερ ποιοῦσιν οἱ πένητες. ὥσπερ οὖν ὅτε μὲν ἐπεσκόπεις ἐπιμελῶς, ἐκάθαιρες τὰ κλήματά μου, πάντα τὰ χεί ρονα μέχρι τῶν σμικροτάτων περιαιρῶν «τῆς σταφυλῆς τῆς χολῆς καὶ τοῦ βότρυος τῆς πικρίας», οὕτω τοὺς ἐμοὺς ἐχθροὺς ἐπιφύλ λισον . τοῦτο γάρ μοι λυσιτελές, εἴγε μετ' αὐτοὺς τελείως σωθέντας κἀγὼ κατὰ τὴν σήν, ὦ κύριε, κρίσιν τεύξομαι σωτηρίας· οὓς ὁρῶσα λελύπημαί τε σφόδρα καὶ κατέγνων ἐμαυτῆς, τῆς ἐπισκοπῆς τῆς παρὰ σοῦ δεομένη. 45 Ὅμοιον παρὰ ∆αβὶδ τὸ «πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσει». λέγει δὲ νῦν τοὺς ἄρχοντας, ἐν οἷς ἡ τοῦ ἔθνους ἰσχὺς
About this text
Origen of Alexandria, Fragmenta in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Lamentationes — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.