Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
68 Συμφορὰ γὰρ ἐπίμονος γεροντικὴν ἀσθένειαν ἐμποιεῖ. 69 Οὐ γὰρ ἀφῆκέ με διαφυγεῖν τὰ δεινὰ πανταχόθεν πολιορκού μενον. λέγοι δ' ἂν ἴσως καὶ τὸ περιβληθὲν τῇ πόλει τεῖχος πολέ μιον. τὴν αὐτὴν δὲ τῷ ∆αβὶδ ἀφῆκε φωνὴν εἰρηκότι· «ἐκάθισάν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος». τοῦτο δὲ διὰ τὰς ἀπὸ τῶν πολε μίων εἱρκτάς, ἅμα δὲ καὶ διὰ τὰς ἐκ θεοῦ συμφοράς· ψυχῆς γὰρ σκότος οἱ πειρασμοί. ἰδικῶς δὲ «Ἱερεμίαν καὶ εἰς τὸν καταρράκτην ἐνέβαλεν ὁ Πασχώρ», σκοτεινὸν ὄντα καὶ ἀφεγγῆ, ὁποῖον ἦν καὶ τῷ ∆αβὶδ τὸ σπήλαιον ἐν ᾧ παρὰ Σαοὺλ ἀπεκρύπτετο. δύναιντο δὲ καὶ εἰς Χριστὸν οἱ δύο Θρῆνοι λαμβάνεσθαι, οὗ τύπος ἦν Ἱερεμίας τοσαῦτα παρὰ Ἰουδαίων πεπονθότος καὶ τέλος τάφῳ παραδοθέντος. 70 Ἀφύκτοις με κακοῖς περιβέβληκεν, ἐπιθεὶς τῷ τραχήλῳ μου λαὸν ἀπηνῆ καὶ παραπικραίνοντα καὶ μεῖζον ἢ κατ' ἐμὲ φορτίον. οὐκ εἰσηκούσθην δὲ κουφισθῆναι πολλάκις εὐξάμενος · εἰσακου σθῆναι γὰρ τοὺς ἁγίους ἔσθ' ὅτε κωλύει τὰ πράγματα. λέγοι δ' ἂν ζυγὸν καὶ τοὺς κλοιοὺς τοὺς σιδηροῦς, οὓς ἀντὶ ξυλίνων θεοῦ κε λεύσει περιεβάλετο, φέρεται γὰρ καὶ γραφή· ἐβάρυνε γὰρ τὸν χαλκὸν τοῦ τραχήλου μου. ἀπέφραξε γὰρ τὴν προσευχήν μου καὶ λέξας αὐτῷ· «μὴ προσεύχου· περὶ αὐτῶν· οὐ γὰρ εἰσα κούσομαί σου». 71 Ὁρμήσας γὰρ πολλάκις οὐ συνεχωρήθη παραιτήσασθαι τὴν δια κονίαν. ἔφασκε γάρ· «οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου», καὶ ὥσπερ ὑπὸ πυρὸς συνηλαύνετο. ἐμφράττει δὲ καὶ τὰς ὁδοὺς τῶν ἁμαρ τωλῶν οὐ συγχωρῶν 12 ἁμαρτεῖν. ἀλλ' οὐ τοιοῦτος ὁ προφήτης, ὅς γέ φησιν· «οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων». 72 Πᾶν αὐτοῦ, φησί, βέλος ἐκένωσε κατ' ἐμοῦ, τὴν ἐμὴν τιτρώσκων ἐπιθυμίαν καὶ μὴ συγχωρῶν μοι πράττειν ὡς βούλομαι. 73 Νεφροὶ δὲ ἐν τῇ γραφῇ τὸ ἐπιθυμητικόν, ἰοὶ δὲ τὰ βέλη. καί με λοιπὸν ὡς ψεύστην διέσυρον ᾠδήν με ποιήσαντες. καὶ φθάσας δὲ ἔλεγε· «κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην» καὶ τὰ ἑξῆς· ὁ μὲν γὰρ ἐδεῖτο ὑπὲρ αὐτῶν, οἱ δὲ ἐπεβούλευον, καὶ ὅμως τὴν διακονίαν οὐκ ἦν παραιτήσασθαι. ἐπικραίνετο τοίνυν καὶ πά σχων ὑπ' αὐτῶν <καὶ> πάσχουσι συναλγῶν· καὶ ἀσεβοῦσιν ὑπερα χθόμενος. 74 Ψήφῳ φησὶν ἢ ἀριθμῷ, καθ' ἕκαστον ὀδόντα παιομένου κατὰ τῆς σιαγόνος, ἢ λίθῳ σκληρῷ. καὶ κατὰ τὸν ∆αβὶδ δέ φησι· «μετὰ σποδοῦ ἄρτον μου ἤσθιον», τὸ μηδὲ ἄρτον σὺν ἡδονῇ λαμβάνειν δη λῶν ὑπὸ θλίψεως. οὐκ ἦν οὖν εἶναι τὴν ψυχὴν ἐν εἰρήνῃ , αὐτὴν ταραττομένην καὶ προσέτι βλέπουσαν ἔξωθεν θορύβους, ἔσωθεν μάχας. διὸ μηδὲν ἐλπίσας χρηστόν, τὰς Ἰὼβ ἀφῆκα φωνάς· «ἀπείπατό με ἔλεος, καὶ ἡ ἐλπίς μου παρὰ κυρίου». οὐ γὰρ ἦν νικῆσαι τὰ περιεστῶτα δεινά. 75 Πρὸς πάντας γὰρ ὢν ἀγαθὸς τὴν παρ' ἡμῶν ὑπομονὴν ἀπαι τεῖ. τῇ γὰρ ψυχῇ, ἣ ζητήσει αὐτόν, ἀγαθὸν τὸ ζητεῖν, ἥτις ὑπο μένοι μὴ ταραττομένη, μέχρι τὸ ἔλεος ἀπαντήσειεν, μηδὲ μεθισταμένη, μέχρι τὸ σωτήριον ἐπιφανείη κυρίου , εἰς τὸ ἐλπίζειν εἰς ἕτερον. ἴσως δὲ καὶ ἡσυχάσει λέγει μὴ πολυπραγμονοῦσα τῆς προνοίας τὰ κρίματα. δεῖ τοίνυν, κἂν ἀγνοῶμεν, μὴ ἀφηνιάσαι κυρίου. 76 Ὅτι «ὁ ζυγὸς αὐτοῦ χρηστὸς καὶ τὸ φορτίον ἐλαφρόν». κἂν οὖν μηδεὶς αὐτῷ συναινῇ περί του, δεῖ μὴ συναπάγεσθαι, ἀλλὰ κἂν μονωθῇ πρὸς τοῦτο, τοῖς δεδογμένοις ἐγκαρτερεῖν καὶ ἐνιδρῦσθαι βεβαίως. «κύριος» γὰρ «κατοικίζει μονοτρόπους ἐν οἴκῳ» φησὶν ὁ ∆αβίδ, καὶ «κατὰ μόνας εἰμὶ ἐγώ, ἕως οὗ παρέλθω», δηλονότι τοὺς πειρασμοὺς φιλανθρωπίας τυχών. 77 Ταπεινώσει γὰρ ἑαυτὸν φάσκων· «ἐγὼ δέ εἰμι γῆ καὶ σποδός», εἴπερ ὄντως ἐστὶν ἀνήρ , καὶ τῆς μὴ καταισχυνούσης ἐλπίδος πε πλήρωται, ὁποῖον καὶ τὸ «ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου». 78 Ἁρμόζει τοῦτο καὶ πρὸς τοὺς ἐν τῇ αἰχμαλωσίᾳ λέγοντας τὰ ἐν τῷ ἑβδομηκοστῷ τρίτῳ Ψαλμῷ· «ἱνατί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;» σύμφωνον δὲ τὸ «οὐκ εἰς τέλος ἀπώσεται κύριος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ»· ἐρεῖ δὲ τῷ πρὸς ἀξίαν μετανοήσαντι· «διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων». 79 ∆ιὰ τούτων μανθάνομεν μὴ εἰρηκέναι τὸν κύριον μηδὲ αἴτιον εἶναι τοῦ ταπεινωθῆναι τοὺς δεσμίους τῆς γῆς ὑπὸ τῆς ἁμαρτίας, οὐδὲ τὰ ἀνθρώπινα κρίματα ἐγκλίνειν κατέναντι τοῦ θεοῦ, τὸ γὰρ δίκαιον ἀγαπᾷ καὶ εὐθύ, ἀλλ' οὐδὲ τοῦ ἄξιον γενέσθαι καταδικάσαι ἄνθρωπον · οὐ γὰρ δύναται, φησί, τὰ ἐναντία ἐκ στόματος κυρίου ἐξεληλυθέναι, τὰ ἀγαθὰ καὶ τὸ κακόν · οὔτε γὰρ «δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖ, οὔτε δένδρον πονηρὸν
About this text
Origen of Alexandria, Fragmenta in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Lamentationes — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.