Fragments on Lamentations · §u04-open

Fragmenta in Lamentationes Unit 4 opening

Unit 4.

Lemma-led open — ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα

Greek

καρποὺς ἀγαθούς». τὸ οὖν ἀδικεῖσθαι ἄνδρας ὑπὸ πονηρῶν παρὰ τὴν θείαν κρίσιν ἐστί, γίνεται δὲ ὅμως ἐν τοῖς περιορωμένοις ὑπὸ θεοῦ, καθὰ τοῖς Ἰσραηλί ταις ὑπὸ τῶν πολεμίων συνέβη, καὶ ἐν ἐπιστροφῇ θεοῦ λύεται. διὸ χρὴ ταύτην ἀναζητεῖν τοὺς ἐπὶ τιμωρίᾳ παραδοθέντας. 80 Μάτην ἄρα γογγύζοντες ἐπὶ τὸν δημιουργὸν τὴν αἰτίαν ἀνά γομεν· ὅπερ ὁ ζῶν ἄνθρωπος οὐκ ἔχει ποιεῖν· νεκρῶν γὰρ ἐν ἁμαρτίαις ἡ τοιαύτη προαίρεσις, εἰ μὴ ἄρα διελέγχει τὸν ζῶντα καθ' ἁμαρτίαν , καὶ θεὸν αἰτιώμενον. ὡς οὖν ἑτέραν αἰτίαν οὐκ ἔχοντες ἢ μόνους ἑαυτούς, τὰ παρ' ἑαυτῶν γενόμενα κρίναντες ἐπιστρέψωμεν . 81 Οὐκ ἔστι γὰρ ἐπιστρέψαι πρὸς κύριον τὸν ἑαυτὸν ἀγνοή σαντα· ἐπιγινώσκει δέ τις ἑαυτόν, ἐπάγων ταῖς πράξεσι τὴν διάνοιαν, ἅμα μὲν ἐπισκοπῶν αὐτάς, ἅμα δὲ καὶ νοερὰς ἐργαζόμενος. τότε γὰρ «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα» καὶ τὰ πρὶν ἐξομολογούμενοι λέξομεν ὅτι «ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ» καὶ «ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐπήγαγες ἡμῖν». 82 Τὸ ἀναλαβεῖν καρδίας ἐπὶ χειρῶν δοκεῖ δηλοῦν τὸ οἱονεὶ μετὰ χεῖρας λαβόντες τὰς ἑαυτῶν ἐννοίας ἐξετάσωμεν, εἴπερ 13 εἰσὶ καθαραί. 83 Καὶ ταῦτα τῆς φθασάσης ἐξομολογήσεως μέρος· ὡς γὰρ σκότος ἡμῖν ἐκ νεφέλης ἐπήγαγες τὰς τῶν δεινῶν περιστάσεις, καὶ μακρὰν ὄντας ἀπὸ σοῦ κατεδίωξας , ἀπώλεσας νεκρῶν τῇ ἁμαρτίᾳ διὰ τῆς τιμωρίας. καὶ ἐπείπερ αἱ ἁμαρτίαι ἡμῶν διίστων ἡμᾶς ἀπὸ σοῦ ὥσπερ διατειχιζούσης νεφέλης , οὐκ ἔφθανεν ἡμῶν ἡ προσευχὴ πρός σε· οὐ γὰρ εἴχομεν «πτέρυγας περιστερᾶς» ὑπερίπτασθαί τε καὶ λέγειν· «ἐν τῷ θεῷ ὑπερβήσομαι τεῖχος». οὐ γὰρ ἦν εὐχερὲς παρελ θεῖν τὴν ἁμαρτίαν, στερεάν τε οὖσαν καὶ σκοτεινὴν καὶ πνεύματος ἄμοιρον ἁγίου. 84 Σύμμαχος· πτόησις . ὅλῳ στόματι κατέπιον ἡμᾶς, καὶ εἰς βάθος κακῶν ὑπηνέχθημεν φόβου καὶ ταραχῆς ἐμπλησθέντες· «ἐμ πίπτει γὰρ εἰς ὃν ὤρυξε βόθρον» ὁ ἁμαρτωλὸς διδοὺς ὧν ἥμαρτε δίκας. καὶ ἐπεὶ «πρὸ συντριβῆς ἡγεῖται ὕβρις» κατὰ τὸν Σολομῶντα, τουτέστιν ὑπερηφανία, ἐπήρθημέν τε καὶ συνετρίβημεν . ὅθεν ὁ ∆αβὶδ μελῳδεῖ· «μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας , καὶ χεὶρ ἁμαρ τωλοῦ μὴ σαλεύσαι με». 85 Καὶ τοσαῦτα παθὼν τῶν δεδρακότων ὑπεραλγεῖ, οὕτως «ἡ ἀγάπη τὸ κακὸν οὐ λογίζεται». 86 Ἀντὶ τοῦ ὁ ὀφθαλμός μου κατεπονήθη, καὶ οὐ σιγήσε ται τοῦ μὴ εἶναι ἔκνηψιν Σύμμαχος εἶπεν· ὁ ὀφθαλμός μου ἐπέμεινε, καὶ οὐκ ἐπαύσατο τοῦ μὴ εἶναι ἄνεσιν . δηλοῦσι δὲ οἱ μὲν Ἑβδομήκοντα ὅτι καίπερ τῶν ὀφθαλμῶν ἐκ πλήθους δακρύων ἠσθενηκότων οὐ διέλειπον ὅμως, ἀνανῆψαι τοῦ κλαυθμοῦ μὴ δυνά μενος, ὁ δὲ Σύμμαχος ὅτι ἐπέμεινά τε δακρύων καὶ οὐ διέλειπον· προσευχὴ γὰρ ἐκτενὴς καὶ δακρύων ἐπίτασις τὸν θεὸν ἐφέλκει πρὸς ἔλεον. 87 Κατακόπτει γάρ με τὰ δάκρυα, φησί, καθάπερ ἄμπελον ἀκριβὴς τρυγητής· κατὰ δὲ Σύμμαχον, ὅτι κατεπόντισάν με τὰ δάκρυα, τῇ τῶν ἐν ὕδασι πνιγομένων μεταφορᾷ. ὑπομένων δὲ ὑπομενῶ τὸν κύριον , μέχρι τοῦ ἀποστρέφειν τὸ πρόσωπον αὐτοῦ ἀφ' ἡμῶν. τὸ διακύψαι δὲ τὸν θεὸν τὸ τῆς ἐπισκοπῆς ἡμᾶς ἀξιῶσαι δηλοῖ. ἐξη γεῖται δὲ τὸ παρὰ πάσας ἐπὶ πάσας ἐπενεγκών, τουτέστιν ἐπὶ ταῖς αὐ τῶν συμφοραῖς· τὸ γὰρ θῆλυ γένος τοῦ τῶν ἀρρένων ἐλεεινότερον. 88 Ἢ ἃ πέπονθε λέγει· ἐνεβλήθη γὰρ λάκκῳ καὶ ὅσον ἧκεν εἰς ἐκεί νους ἀπέθανεν, σωθεὶς δὲ παρ' ἐλπίδα ἐβόα μετὰ ∆αβίδ· «ἡ ψυχή μου ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων»· οὐ γὰρ ἦν «πεσεῖν ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς» κατὰ τὴν τοῦ σωτῆρος φωνήν. ἢ τοίνυν δι' ἑαυτόν φησιν ἢ καὶ τὰ τοῦ λαοῦ οἰκειούμενος πάθη. ἀλλὰ τὸ δωρεὰν περὶ αὐτοῦ εἰκότως ἂν λέγοιτο· τί γὰρ αὐτοὺς ἠδίκησεν, μᾶλλον δὲ οὐκ εὐεργέτησεν; 89 Ἐδίκασεν ὁ θεὸς ἀποκτείνας τὸν ψευδοπροφήτην καὶ τὸν βασι λέα παραδούς, καὶ ἐπὶ τοῦ Χριστοῦ παραδοὺς τὸ ἔθνος εἰς ἅλωσιν. τὸ δὲ ἐγὼ ἐπ'

About this text

Origen of Alexandria, Fragmenta in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Lamentationes — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.