Fragments on Lamentations · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; lemma and Origen’s theoria.

Greek

ὀφθαλμοὺς αὐτῶν , ὅτι βαρὺς ἤμην αὐτοῖς καὶ φαινόμενος. 90 Ἔλεγε καὶ πρόσθεν· «συντέλεσον αὐτούς, καὶ ἔσται σου ὁ λόγος ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου». ταῦτα γέγονε μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἐπιβουλήν, ὅτε πανταχοῦ διεσπάρησαν· ἦλθε γὰρ ἐπ' αὐτοὺς «πᾶν αἷμα δίκαιον ἐκχυθέν». τὸ τοίνυν συντελέσαι δηλοῖ τὸ τέλος λαβεῖν τὴν κατ' αὐτοὺς λατρείαν, καὶ τὸ μηκέτι χρη ματίζειν ἔθνος θεοῦ. 91 Τὸ ὑπερασπισμὸν καρδίας μόχθον αὐτοῖς , ὅτι δώσεις αὐ τοῖς μόχθον εἰς αἴσθησιν τοῦ πόσος ὑπῆρχες ὑπερασπίζων αὐτῶν, ἵνα σὲ καὶ πάλιν ζητήσωσιν. εἰ δὲ μή, καταδιώξεις αὐτοὺς ἐν ὀργῇ σου . 92 Τῆς νῦν παρούσης τετάρτης στοιχειώσεως ἀρχόμενος τὸν περὶ τῶν ἐπιφανῶν ἐξαιρέτως ἐπανέλαβε Θρῆνον, ἠμαυρῶσθαι λέγων τὴν ἐπιφάνειαν ἐκκεχυμένου τε δίκην ὕδατος ἠφανίσθαι. 93 Ἅγιοι δὲ ὡς ἐκλεκτοὶ διὰ τοὺς πατέρας ἢ διὰ τοὺς σὺν Ἰωακεὶμ ληφθέντας ἁγίους, οὓς ἀπείκασε σύκοις χρηστοῖς. Καὶ μετ' ὀλίγα· Ἐξόδων δὲ τῶν ἀπὸ τῆς ἁγίας γῆς «ἀπαγουσῶν εἰς ἀπώλειαν» καὶ εἰς τὸν νοητὸν Βαβυλώνιον, «ἵνα παιδευθῶσι μὴ βλασφημεῖν». εἴποις δ' ἂν τὸν Θρῆνον καὶ ἐπὶ τῶν ἐκ θεοσεβείας μεταβαλλόντων, εἴπερ εἶεν ἐπίσημοι καὶ πλάνης ἡγοῖντο τοῖς ἄλλοις, «καταλιπόντες μὲν τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, γεγονότες δὲ λάκκοι συντετριμ μένοι οἳ οὐ δύνανται στέγειν». ὅθεν εἰκότως ἐκχέονται περὶ τὴν πλάνην ἀωρὶ στένοντες. 94 Οἱ 14 κομῶντες ἐπὶ πλούτῳ, φησίν, ἢ καὶ χρυσίου τιμιώτεροι πῶς οὕτω τοῖς εὐτελέσι καὶ συντριβομένοις ἀπαχθέντες εἰς δουλείαν εἰκάσθησαν; ἔφη δὲ τούτοις αὐτοὺς ἀπεικάζεσθαι καὶ ἡνίκα κατελ θὼν «εἰς τὸν οἶκον τοῦ κεραμέως» λαβὼν ἀγγεῖον συνέτριψεν. ἀπει κάζει δὲ αὐτοὺς καὶ Ἡσαΐας πόλει πεσούσῃ, «καὶ τὰ πτώματα» λέγων «αὐτῆς ἔσται ὡς συντρίμματα ἀγγείου ὀστρακίνου». 95 Περὶ λιμοῦ τῶν ἐνδόξων λέγει βρεφῶν, ὡς τῆς Ἱερουσαλὴμ μηδὲ τοῖς ἀγρίοις ζώοις ὁμοίως θηλὴν αὐτοῖς προτεῖναι δεδυνημένης. ἡ δὲ τοῦ πάθους ὑπερβολὴ καὶ φύσεως λήθην ἐργάζεται. δράκοντας δὲ ἢ καὶ τὰς κατὰ Σύμμαχον Σειρῆνας ἀκούσει τὰ πονηρὰ πνεύ ματα, τὰ τοὺς ἑαυτῶν νεογνοὺς πονηρῷ θηλάσαντα γάλακτι. τοι οῦτοι δὲ οἱ ταῖς διδασκαλίαις τῶν ἀσεβῶν εἰσαγόμενοι. 96 Πῶς γὰρ οὐ θυγατέρες οἱ ἐκτεθηλυμμένοι, οὓς καὶ Φαραὼ περι ποιεῖται, φονεύων τοὺς ἄρρενας; οἳ καὶ τὴν διδασκαλίαν, τὴν ἔρη μον θεοῦ, καταβόσκονται, ἀποπτῆναι κατὰ τοὺς στρουθοκαμή λους μὴ δυνάμενοι, ἀλλὰ τὴν γῆν ἀεὶ διαθέοντες; τὸ γὰρ στρουθίον οὕτως ἐξέδωκε Σύμμαχος, τοὺς δὲ τούτων διδασκάλους οὐκ ἀπεικότως Σειρῆνας ἐκάλεσεν. κατὰ γὰρ τὸν ἔξω μῦθον αὗται διὰ τῆς ἡδονῆς τοὺς προστυχόντας ἀπώλλυον, ὥσπερ οὖν τὸν ἰὸν ἐνδακόντες οἱ δράκοντες . ὀνειδίζει τοίνυν τοῖς δῆθεν ἀγαθοῖς διδασκάλοις, ὅτι μηδὲ τούτοις ὁμοίως περὶ τοὺς φοιτῶντας ἐσπούδασαν. 97 Ταῦτα πεπόνθασι πολιορκούμενοί τε καὶ ἀπαγόμενοι. λέγοις δ' ἂν καὶ ὡς «λιμὸν ὑπέμειναν οὐκ ἄρτου, οὐχ ὕδατος» κατὰ τὸ λόγιον τὸ προφητικόν, «ἀλλὰ τοῦ ἀκοῦσαι λόγον κυρίου». διὸ περὶ τῶν νεογνῶν αὐτῶν προφητεύει. 98 Ἱστορικῶς μὲν ἐπανῆλθεν ἐπὶ τὰ συμβάντα ἐπὶ τῆς αἰχμαλωσίας, πρὸς δὲ διάνοιαν περὶ τοῦ λιμοῦ τοῦ διδασκαλικοῦ λόγου φησίν. 99 Οὐ γὰρ τοσοῦτον ἐλεεινὸν οἱ πένητες οἱ κακούμενοι. τούτους δὲ θρηνεῖ καὶ Παῦλος, «ὧν ἡ υἱοθεσία» λέγων «καὶ ἡ δόξα». κενὰ γὰρ νῦν μελετῶντες οὐκ ἐντρυφῶσι Μωσεῖ τε καὶ τοῖς προφήταις, ὡς τὸ «κατατρύφησον τῷ κυρίῳ». οὐδεὶς γὰρ αὐτοῖς ὁ πέττων τὸν τρόφιμον λόγον, οὐδὲ τοῦ σιτευτοῦ μεταλαμβάνουσι μόσχου καίπερ αὐτοὶ τεθυκότες. διεξόδους δὲ καλεῖ τὰς διασπορὰς ἢ καὶ τὰς τῶν νομικῶν γραμμάτων παρατροπάς. 100 Ἐτιθηνοῦντο τὸ πρὶν ἐπὶ κόκκου , τὸ μέλλον ἐκχεῖσθαι τοῦ σωτῆρος αἷμα προφητικῶς προακούοντες, καὶ νῦν ἐκ τῶν γηΐνων νοημάτων ῥακοδυτοῦντες. 101 Σύμμαχος τὸ μὲν ὥσπερ σπουδή, ἐξαπίνης ἐξέδωκε, τὸ δὲ οὐκ ἐπόνεσαν, ἣν οὐκ ἔτρωσαν . τί γὰρ θείου συντομώτερον λόγου φήσαντος· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος» καὶ μόνῳ παραδόντος τῷ βούλεσθαι; ἡ ἀνομία δὲ τῆς Ἱερουσαλὴμ ὑπὲρ τὴν Σοδόμων ἐμεγαλύνθη . οἱ μὲν τὸν φυσικὸν νόμον εἶχον μόνον, οἱ δὲ καὶ γραπτὸν καὶ προφήτας ὅσα τε παραδόξως ὁ θεὸς ἠργάζετο ἐν αὐτοῖς. κἀκεῖνοι μὲν ἥμαρτον εἰς ἀγγέλους καὶ τοὺς ὁμοίους ἀν θρώπους· οὗτοι δὲ εἰς τὸν σωτῆρα καὶ λυτρωτὴν πάλαι μὲν ἐξ Αἰ γύπτου, νῦν δὲ δαιμόνων λατρείας, εἴπερ ἐδέξαντο τὸν πρὸς αὐτοὺς ἐλθόντα προηγουμένως. «οὐκ ἀπεστάλην» γάρ φησιν «εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». 102 Σύμμαχος· ἄχραντοι ἀφωρισμένοι αὐτῆς ὑπὲρ χιόνα, λαμ πρότεροι γάλακτος,

About this text

Origen of Alexandria, Fragmenta in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Lamentationes — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.