NT Catena / Scholia Fragments · §matt-scholia

Matthew scholia: kingdom sayings and discipleship

Scholia on Matthew compress notes on kingdom teaching and costly discipleship — take up the cross, learn of the meek King, and store treasure where moth and rust do not destroy.

Greek

Στιχ. ιη΄. Τοῦ δὲ Ἰησοῦ ἡ γέννησις οὕτως ἦν. . . . . . . . (1–2) Ὧδε μὲν γεννήσεως μέμνηται ὁ εὐαγγελιστὴς, κατʼ ἀρχὰς δὲ τοῦ Εὐαγγελίου, τῆς γενέσεως. Ἐνταῦθα μὲν γὰρ λέγει· Τοῦ δὲ Ἰησοῦ λριστοῦ ἡ γέννησις οὕτως ἦν, ἐκεῖ δὲ, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Τίς οὖν ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς γενέσεως; καὶ ὡς ἀμφότερα ἐπὶ Χριστοῦ λαμβάνεται; Ὥσπερ ὁ λόγος οὗτος ὁ προφορικὸς κατὰ τὴν οἰκείαν φύσιν ἀναφής ἐστι καὶ ἀόρατος· ὅταν δὲ ἐν βιβλίῳ γραφῇ, καὶ οἱονεὶ σωματωθῇ, τότε καὶ ὁρᾶται καὶ ψηλαφᾶται· οὕτως καὶ ὁ ἄσαρκος τοῦ Θεοῦ Λόγος καὶ ἀσώματος, οὕτε ὁρώμενος, οὕτε γραφόμενος κατὰ τὴν θεότητα, ἐπειδὴ ἐσαρκώθη, καὶ ὁρᾶται καὶ γράφεται. Διὰ τοῦτο, ὡς σαρκωθέντος, καὶ βίβλος ἐστὶ τῆς αὐτοῦ γενέσεως. Ἀλλʼ οὐκ ἐξήτηται ἐνθάδε τὸ, διὰ τί εἶπε βίβλος, καὶ οὐκ εἶπεν ὅρασις (3), ἢ λόγος· ἀλλὰ τὸ, τί ἐστι γέννησις, καὶ τί γένεσις; Διαφέρει γένεσις καὶ γέννησις. Γένεσις μὲν γάρ ἐστι παρὰ Θεοῦ πρώτη πλάσις γέννησις δὲ ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. Καὶ ἔτι, ἡ μὲν γένεσις τὸ ἄφθαρτον ἔχει (4) καὶ ἀναμάρτητον· ἡ δὲ γέννησις τὸ παθητὸν καὶ ἁμαρτητικόν. Ὁ οὖν Κύρος, τῆς μὲν γενέσεως τὸ ἀναμάρτητον φυσικῶς λαβὼν, τὸ ἄφθαρτον οὐ προσέλαβε· τῆς δὲ γεννήσεως τὸ παθη

About this text

Origen Gospel catena and scholia fragments (Greek). SERIES CLOSEOUT on this page.

English follows First1KGreek TEI. Modern copyright reconstructions were not used as wording. NT fragments SERIES CLOSEOUT.

Witnesses

  • Copy-text First1KGreek TEI tlg2042.tlg006 — John catena (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg017 — Luke catena (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg077 — Matthew scholia (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg078 — Luke scholia (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.