Philocalia · §17

Christians and learning (Philoc. 17)

Learning is not forbidden; what is refused is the pride that makes Greek letters the measure of God’s wisdom.

Greek

1. Μετὰ ταῦτά φησιν ὁ Κέλσος, ὅτι ‘Οἱ αἰπόλοι καὶ ποιμένες ἔνα ἐνόμισαν θεὸν, εἴτε ὕφιστον εἴτʼ Ἀδωναῖον εἴτʼ οὐράνιον εἴτε Σαβαὼθ, εἴτε καὶ ὅπη καὶ ὅπως χαίρουσιν ὀνομάζοντες τόνδε τὸν κόσμον· καὶ πλεῖον οὐδὲν ἔγνωσαν.᾿ καὶ ἐν τοῖς ἐξῆς δέ φησι ‘μηδὲν διαφέρειν τῷ παρʼ Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία, ἢ τῷ δεῖνα φέρʼ εἰπεῖν παρʼ Ἰνδοῖς, ἢ τῷ δεῖνα παρʼ Αἰγυπτίοις.᾿ λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι ἐμπίπτει εἰς τό προκείμενον λόγος βαθὺς καὶ ἀπόρρητος, ὁ περὶ φύσεως ὀνομάτων· πότερον, ώς οἶεται Ἀριστοτέλης, θέσει εἰσὶ τὰ ὀνόματα· ἢ, ὡς νομίζουσιν οἱ ἀπὸ τῆς Στοᾶς, φύσει, μιμουμένων τῶν πρώτων φωνῶν τὰ πράγματα καθʼ ὧν τὰ ὀνόματα, καθὸ καὶ στοιχεῖά τινα τῆς ἐτυμολογίας εἰσάγουσιν· ἢ, ὤς διδάσκει Ἐπίκουρος, ἑτέρως ὡς οἴονται οἱ ἀπὸ τῆς Στοᾶς φύσει ἐστὶ τὰ ὀνόματα, ἀπορρηξάντων τῶν πρώτων ἀνθρώπων τινὰς φωνάς κατὰ τῶν πραγμάτων. ἐὰν τοίνυν δυνηθῶμεν ἐν προηγουμένῳ λόγῳ παρ…

About this text

Origen’s Philocalia (Greek anthology). SERIES on this page: §§1–27 (sampled bookends).

English follows Robinson 1893 Greek. George Lewis 1911 was not used as wording. Philocalia SERIES CLOSEOUT §§1–27.

Witnesses

  • Copy-text J. A. Robinson, Cambridge 1893 — Greek (Greek · Philocalia §§1–27 SERIES)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.