Philocalia
Scripture God-breathed; how to read (Philoc. 1 opening)§1
1The anthology opens from Origen on the God-breathed character of the divine writings and how they are to be read and understood — including why obscurity and passages impossible or absurd at the mere letter are there, so that we seek the Spirit’s sense without despising what the letter rightly carries.
Greek · §1
β΄. Ὅτι κέκλεισται καὶ ἐσφράγισται ἡ θεία γραφή. δ΄. Περὶ σολοικισμῶν καὶ εὐτελοῦς φράσεως τῆς γραφῆς. ε΄. Τίς ἡ πολυλογία, καὶ τίνα τὰ πολλὰ βιβλία· καὶ ὅτι πᾶσα ἡ θεόπνευστος γραφὴ ἔν βιβλίον ἐστίν.
Scripture locked and sealed (Philoc. 2)§2
2Scripture is locked and sealed; the blesseds spoken in the singular and the plural must be weighed together, so that the reader does not treat the divine book as already open to every casual glance.
Greek · §2
1. Κεκλεῖσθαι καὶ ἐσφραγίσθαι τὰς θείας γραφὰς οἱ θεῖοί φασι λόγοι, τῇ κλειδὶ τοῦ Δαυεὶδ, τάχα δὲ καὶ σφραγῖδι, περὶ ἧς εἴρηται τό· Ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ· τουτέστι τῇ δυνάμει τοῦ δεδωκότος αὐτὰς θεοῦ, τῇ ὑπὸ τῆς σφραγῖδος δηλουμένῃ. περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ ἀποκαλύψει λέγων· Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυεὶδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει· οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἥν οὐδεὶς δύναται κλεῖσαι αὐτήν. καὶ μετʼ ὀλίγα· Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τόν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπ…
Why twenty-two inspired books (Philoc. 3)§3
3Origen counts the God-breathed books as twenty-two, matching the Hebrew letters, so that the church’s canon is taught as a closed, ordered library rather than an open heap.
Greek · §3
Ἐπεὶ δὲ ἐν τῷ περὶ ἀριθμῶν τόπῳ, ἑκάστου ἀριθμοῦ δύναμίν τινα ἔχοντος ἐν τοῖς οὗσιν, ᾖ κατεχρήσατο ὁ τῶν ὅλων δημιουργὸς εἰς τὴν σύστασιν ὁτὲ μὲν τοῦ παντὸς ὁτὲ δὲ εἴδους τινὸς τῶν ἐν μέρει, προσέχειν δεῖ καὶ ἐξιχνεύειν ἀπὸ τῶν γραφῶν τὰ περὶ αὐτῶν καὶ ἑνὸς ἑκάστου αὐτῶν· οὐκ ἀγνοητέον ὅτι καὶ τὸ εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, δύο καὶ εἴκοσι, οἶς ὁ ἴσος ἀριθμὸς τῶν παρʼ αὐτοῖς στοιχείων ἐστὶν, οὐκ ἄλογον τυγχάνει. ὡς γὰρ τὰ κβ΄ στοιχεῖα εἰσαγωγὴ δοκεῖ εἶναι εἰς τὴν σοφίαν καὶ τὰ θεῖα διδάγματα τοῖς χαρακτῆρσι τούτοις ἐντυπούμενα τοῖς ἀνθρώποις· οὕτω στοιχείωσίς ἐστιν εἰς τὴν σοφίαν τοῦ θεοῦ, καὶ εἰσαγωγὴ εἰς τὴν γνῶσιν τῶν ὄντων, τὰ κβ΄ θεόπνευστα βιβλία.
Solecisms and plain diction (Philoc. 4)§4
4From the John commentary: the Evangelist’s rough solecisms are not a reason to despise the Gospel; the Word uses humble speech so that the treasure in earthen vessels may be God’s power, not human polish.
Greek · §4
1. Ὁ διαιρῶν παρʼ ἑαυτῷ φωνὴν καὶ σημαινόμενα καὶ πράγματα, καθʼ ὦν κεῖται τὰ σημαινόμενα, οὐ προσκόψει τῷ τῶν φωνῶν σολοικισμῷ, ἐπὰν ἐρευνῶν εὑρίσκῃ τὰ πράγματα, καθʼ ὦν κεῖνται αἱ φωναὶ, ὑγιῆ· καὶ μάλιστα ἐπὰν ὁμολογῶσιν οἱ ἅγιοι ἄνδρες τὸν λόγον αὐτῶν καὶ τὸ κή. ρυγμα οὐκ ἐν πειθοῖς σοφίας εἶναι λόγων, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως. 2. Ἅτε δὲ οὐκ ἀσυναίσθητοι τυγχάνοντες οἱ ἀπόστολοι τῶν ἐν οἱς προσκόπτουσι, καὶ περὶ ἅ οὐκ ἠσχόληνται, φασὶν ἰδιῶται εἶναι τῷ λόγῳ, ἀλλʼ οὐ τῇ γνώσει νομιστέον γὰρ αὐτὸ οὐχ ὑπὸ Παύλου μόνον ἀλλὰ καὶ ὑπὸ τῶν λοιπῶν ἀποστόλων λέγεσθαι ἄν. ἡμεῖς δὲ καὶ τό· Ἕχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἴνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ἦ τοῦ θεοῦ καὶ μὴ ἐξ ἠμῶν· ἐξειλήφαμεν ὡς θησαυροῦ μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, ὀστρακίνων δὲ σκευῶν τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρʼ Ἕλλησι λέξεως τῶν γραφῶν ἀληθῶ…
One book, not many chatterings (Philoc. 5)§5
5What looks like many books is one Scripture; verbosity is not the Spirit’s aim. The Word gathers the writings into one, as Christ gathers the scattered children of God.
Greek · §5
1. Ἐπεὶ μὴ ἀρκούμενος τὸ παρὸν ἀνειληφέναι πρὸς ἡμᾶς ἔργον τῶν τοῦ θεοῦ ἐργοδιωκτῶν, καὶ ἀπόντας τὰ πολλά σοι σχολάζειν καὶ τῷ πρὸς σὲ καθήκοντι ἀξιοῖς, ἐγὼ ἐκκλίνων τὸν κάματον, καὶ περϊστάμενος τὸν παρὰ θεοῦ τῶν ἐπὶ τὸ γράφειν εἰς τὰ θεῖα ἑαυτοὺς ἐπιδεδωκότων κίνδυνον, συναγορεύσαιμι ἄν ἐμαυτῷ ἀπὸ τῆς γραφῆς παραιτούμενος τὸ πολλὰ ποιεῖν βιβλία. φησὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ Σολομῶν· Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· οὐκ ἔστι περασμὸς, καὶ μελέτη πολλὴ κόπωσις σαρκός. ἡμεῖς γὰρ, εἰ μὴ ἔχοι νοῦν τινα κεκρυμμένον καὶ ἔτι ἡμῖν ἀσαφῆ ἡ προκειμένη λέξις, ἄντικρυς παραβεβήκαμεν τὴν ἐντολὴν μὴ φυλαξάμενοι ποιῦσαι βιβλία πολλά. 2. Ὅσον γὰρ ἐπὶ τῇ λέξει δύο σημαίνεται ἐκ τοῦ. Yἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· ἕν μὲν ὅτι οὐ δεῖ κεκτῆσθαι βιβλία πολλὰ, ἕτερον δὲ ὅτι οὐ δεῖ συντάξαι βιβλία πολλά· καὶ εἰ μὴ τὸ πρῶτον, πάντως τὸ δεύτερον· εἰ δὲ τὸ δεύτερον, οὐ πάντως τὸ πρότερον. πλήν…
One fitted instrument (Philoc. 6)§6
6All divine Scripture is one perfect and fitted instrument of God; the many strings sound one harmony under the same Spirit.
Greek · §6
1. Τούτῳ δὲ τῷ ἑκατέρως εἰρηνοποιῷ οὐδὲν ἐν τοῖς θείοις λογίοις ἔτι ἐστὶ σκολιὸν οὐδὲ στραγγαλῶδες, πάντα γὰρ ἐνώπια τοῖς νοοῦσι· καὶ ἐπεὶ μηδέν ἐστι τοιούτῳ σκολιὸν μηδὲ στραγγαλῶδες, διὰ τοῦτο πλῆθος εἰρήνης βλέπει ἐν ὅλαις ταῖς γραφαῖς, καὶ ταῖς δοκούσαις περιέχειν μάχην καὶ ἐναντιώματα πρὸς ἀλλήλας. γίνεται δὲ καὶ τρίτος εἰρηνοποιὸς, ὁ τὴν ἄλλοις φαινομένην μάχην τῶν γραφῶν ἀποδεικνὺς εἶναι οὐ μάχην, καὶ παριστὰς τὴν συμφωνίαν καὶ τὴν εἰρήνην τούτων, ἤτοι παλαιῶν πρὸς καινὰς, ἢ νομικῶν πρὸς προφητικὰς, ἢ εὐαγγελικῶν πρὸς εὐαγγελικὰς, ἢ εὐαγγελικῶν πρὸς ἀποστολικὰς, ἢ ἀποστολικῶν πρὸς ἀποστολικάς. καὶ γὰρ πᾶσαί εἰσι κατὰ τὸν Ἐκκλησιαστὴν αἱ γραφαὶ λόγοι σοφῶν ὡς τὰ βούκεντρα, καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς, καὶ οὐδὲν περισσὸν ἐξ αὐτῶν. εἷς δὲ ποιμὴν τῶν λογικῶν ὁ λόγος, δόξαν μὲν ἐχόντων διαφωνίας τοῖς μὴ ἔχουσιν ὦτα εἰς τὸ ἀκούειν, τὸ δὲ ἀλ…
Persons speaking in Scripture (Philoc. 7)§7
7Scripture’s speakers must be kept distinct — the Father, the Son, the Spirit, prophet, apostle — lest we confuse who says what and invent a voice the text never gave.
Greek · §7
1. Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπων τῆς γραφῆς, τῶν τε λεγόντων καὶ τῶν πρὸς ἃ ὁ λόγος, πολλὴν παρέχει σύγχυσιν τὰ λεγόμενα, ζητοῦντι τὸ λέγον πρόσωπον ὄ τί ποτέ ἐστι, καὶ τὸ πρὸς ὂ ὁ λόγος ὁποῖον, καὶ πότε τὸ λέγον ἐπαύσατο πρόσωπον· τοῦ πρὸς ὅ ἐστι πολλάκις τηρουμένου, καὶ ἑτέρου πρὸς αὐτὸ λέγοντος· ἢ τοῦ πρὸς δ ὀ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξαμένου τὰ λεγόμενα, μένοντος τοῦ λέγοντος· ἔστι δʼ ὅτε μεταβάλλει ἀμφότερα, καὶ τὸ λέγον καὶ τὸ πρὸς ὃ ὁ λόγος· ἐπὶ πλεῖον μένοντα ἀμφότερα οὐ σαφῶς δηλοῦται μένοντα. τί δὲ δεῖ παράδειγμα ζητεῖν ἑνὸς ἑκάστου τούτων, πάνυ τῶν προφητικῶν πεπληρωμένων τῆς διαφορᾶς αὐτῶν; ἥτις καὶ αἰτία ἐστὶν οὐχ ἡ τυχοῦσα μὴ διακρινομένη τῆς ἀσαφείας τῶν λεγομένων. ἔστι δὲ καὶ αὕτή συνήθεια τῆς γραφής, τὸ ταχέως μεταπηδᾶν ἀπὸ τοῦ περί τινων λόγου εἰς τὸν περὶ ἑτέρων· καὶ τοῦτο ἀσαφῶς ποιεῖν καὶ ὑποσυγκςχυμένως μάλιστα τούς προφήτας. 2. Ἐν ᾦ ψαλμῷ τὰ…
Do not force broken literal sequence (Philoc. 8)§8
8Where the letter’s sequence is solecistic or will not cohere, do not torture the text into a wooden narrative; seek the sense the Spirit intends without pretending every hitch is history.
Greek · §8
1. Ἐπειδὴ πολλάκις τὰ σολοικοειδῶς εἰρημένα κατὰ τὴν γραφὴν, ὅσα κατά τήν λέξιν, συγχύνει τόν ἐντυγχάνοντα, ὡς ὑπονοεῖν οὐκ ὀρθῶς οὐδὲ ἀκολούθως οὐδὲ ὡς ἔχει γεγράφθαι τὰ ῥητά· ὡς καὶ τολμᾷν τινὰς προφάσει διορθώσεως μετατιθέντας ἀλλοιοῦν τὸν ἐγκείμενον περὶ τὰ δοκοῦντα ἀνακολούθως γεγράφθαι ῥητὰ νοῦν· ἀναγκαίως καὶ ἐνθάδε, τοῦ ὁμοίου ἐμπεσόντος ὅσον κατὰ τήν λέξιν περὶ τὰ προκείμενα ῥητὰ, ἴδωμεν τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν. πληθυντικῶς γὰρ εἰπών· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καὶ πάλιν πληθυντικῶς τὸ ἐξῆς δηλώσας· Ἐν τῷ οἴκῳ Ὤν εὔρωσάν με· τὸ ἑξῆς ἐπὶ ἑνικοῦ ἐπιφέρει λέγων· Καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν. τῇ γὰρ λέξει ψιλῇ τις ἐνιδὼν, κατὰ πλάνην δοκῶν γεγράφθαι, ἢ καὶ τὸ τελευταῖον πληθυντικῶς γράψαι, ἢ τὰ προάγοντα εἰς ἐνικὸν μεταθείη. ἀναγνοὺς γάρ· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καί· Ἐν τῷ οἴκῳ Ὤν εὖρωσάν με· εἴποι ἂν ὅτι καὶ τὸ ἑξῆς οὗν ἐστίν· Ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς· τουτέστι, τοὺς κλαύ…
Same name, different senses (Philoc. 9)§9
9Scripture often uses one name for many things; the same word may be virtue here and vice there. The reader must test the sense of the words by context and the analogy of the faith.
Greek · §9
1. Οὐχ ὥσπερ ὄνομα ἕν ἐστι νόμος, οὕτω καὶ εἷς ὁ περὶ νόμου πανταχοῦ τῆς γραφῆς λόγος. διὸ καθʼ ἕκαστον χρὴ τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῆν μὲν τί σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον ἐννοεῖν. ἀλλὰ καὶ περὶ ἄλλων πλειόνων· ὁμώνυμοι γὰρ καὶ ἐπὶ ἄλλων εἰσὶ κατὰ τὴν γραφὴν φωναὶ, αἵτινες συγχέουσι τοὺς νομίζοντας ὅτι ὡς ὄνομα ἕν ἐστιν οὕτω καὶ τὸ σημαινόμενον ἓν, ὅπου ἂν τοῦτο ὀνομασθῇ. ὅτι δὲ ἡ νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλʼ ἐπὶ πλειόνων τέτακται. τὰ πολλὰ παραλιπόντες καὶ δεόμενα κατασκευῆς, ἔχοντα ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθʼ ὁντινοῦν δυσωπῆσαι δυνάμενα, ὡς τῆς νόμος φωνῆς κειμένης ἐπὶ πλειόνων· οἷον ἐπὰν ἐν τῇ πρὸς Γαλάτας λέγηται· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσί, γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοὺ ποιῆσαι αὐτά. σαφὲς ὅτι νόμος ὁ κατὰ τό γράμμα δηλοῦται …
Stumbling-stone passages (Philoc. 10)§10
10Things in Scripture that seem a stone of stumbling are there so that the lazy do not claim to have understood everything, and the diligent dig for the Spirit’s meaning.
Greek · §10
1. Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου, αἰτιῶ σαυτόν· μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκίμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα, ὥστ΄ ἄν γενέσθαι τὸ εἰρημένον· Καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. εἰ γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν ῥῆμα ἀργόν, ὡς δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως, καὶ ὅση δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος ὴμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ ἐν τοῖς ἀκούουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν ἢν; καὶ οὐ θαυμαστὸν εἰ πᾶν τὸ ῥῆμα τὸ λαλούμενον ὑπὸ τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι. ἀλλὰ γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται. καὶ οὐκ ἔστιν ἰῶτα ἓν …
Hard texts that heal (Philoc. 11)§11
11Passages that look harsh or strange are medicines; they wound pride and heal the soul that will stay with the Word.
Greek · §11
Ὅτι χρὴ πάU+03F2ηU+03F2 τῆc θεοπνεύU+03F2του γραφῆU+03F2 τὸ τρόφιμον λιώκιν, καὶ τὰ ὑπὸ τῶν αἱπετικῶν ταραU+03F2U+03F2όμενα ῥητἀ λυU+03F2φήμοιU+03F2 ἐπαπορήU+03F2εU+03F2ι μὴ ἀποτρέπεU+03F2θαι μηλὲ ὑπερηφανεῖν ἀλλὰ καὶ αὐτων μεταλαμβάνειν τῆU+03F2 ἐν ἀπιU+03F2τία ταραχῆU+03F2 ἐκτόc. ἐκ το κ΄ τόμου τῶν εἰc τόν Ἰεζεχιήλ. ‘‘Τάλε λέγει κύριοc κύριοc· ἰλοὺ ἐγὰ ἀνακρινῶ ἀνὰ μεU+03F2ον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. καὶ οὑχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεU+03F2θε, καὶ τὰ κατάλοιπα τῆc νομῆc ὑμῶν κατεπατεῖτε τοῦc ποcὶν ὑμῶν; καὶ τὸ καθεcτηκὸc ὕλωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖc πocὶν ὑμῶν ἐταράU+03F2U+03F2ετε; καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν πολῶ ὑμῶν ἐνέμοντο, καὶ τὸ τεραραγμένον ὕλωρ ὑπὸ τῶν πολῶν ὑμῶν ἔπινον.᾿᾿
Do not faint in dark reading (Philoc. 12)§12
12When the darkness of a passage remains, do not grow weary in reading; knock, seek, and wait for light rather than blaming the Scripture.
Greek · §12
1. μὲν ἄκρα ὠφέλεια ἀπὸ τῶν τοιούτων ἀναγνωσμάτων ῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ μςριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται, καὶ τῷ οἶῳ τε γενομένῳ ἀναβῆναι ἐπὶ τὴν γῆν τὴν ἁγίαν, τὴν ἀληθινὴν, τήν ὄντως ἀγαθὴν, καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρημένων τῇ διαφορᾷ τῶν κληρονομούντων τὰ κατὰ τοὺς τόπους λεγόμενα. ἐπεὶ δὲ δύσκολόν ἐστιν εὑρεῖν τὸν οὕτως ὠφελούμενον, βουλόμεθα παραμυθήσασθαι τοὺς ἀκούοντας μὴ ἐκκακεῖν ἐπὶ ταῖς ἀναγνώσεσι. τίς οὖν ἡ παραμυθία ὑπὲρ τοῦ μὴ ἐκκακεῖν τὸν ἀκούοντα τῶν τοιούτων ἀναγνωσμάτων, λεκτέον. ὥσπερ τοίνυν αἱ ἐπῳδαὶ δύναμίν τινα ἔχουσι φυσικὴν, καὶ μὴ νοῶν ὁ κατεπαδόμενος λαμβάνει τι ἐκ τῆς ἐπῳδῆς, κατὰ τὴν φύσιν τῶν φθόγγων τῆς ἐπῳδῆς, εἴτε εἰς βλάβην εἴτε εἰς ἴασιν σώματος ψυχῆς ἑαυτοῦ· οὗτω μοι νόει πάσης ἐπῳδῆς δυνατωτέραν εἶναι τὴν ὀνομασίαν τῶν ἐν ταῖς θείαις γραφαῖς ὀνομάτων. εἰσὶ γάρ τινες δυνάμεις ἐν ἡμῖν, ὦν αἱ μὲν κρείττονες διὰ …
When philosophy helps (Philoc. 13)§13
13Philosophy can serve the interpretation of the sacred writings when it is a handmaid, not a mistress — taken selectively, under the rule of faith, not as a rival gospel.
Greek · §13
1. Χαῖρε ἐν θεῷ, κύριέ μου σπουδαιότατε καὶ αἰδεσιμώτατε υἱὲ γρηγόριε, παρὰ Ὠριγένους. ἡ εἰς σύνεσιν. ὡς οἶσθα, εὐφυΐα ἔργον φέρειν δύναται ἄσκησιν προσλαβοῦσα, ἄγον ἐπὶ τὸ κατὰ τὸ ἐνδεχόμενον, ἴνʼ οὕτως ὀνομάσω, τέλος ἐκείνου, ὅπερ ἀσκεῖν τις βούλεται. δύναται οὖν ή εὐφυΐα σου Ῥωμαίων σε νομικὸν ποιῆσαι τέλειον, καὶ Ἑλληνικόν τινα φιλόσοφον τῶν νομιζομένων ἐλλογίμων αἱρέσεων. ἀλλʼ ἐγὼ τῇ πᾶσῃ τῆς εὐφυΐας δυνάμει σου ἐβουλόμην καταχρήσασθαί σε, τελικῶς μὲν εἰς χριστιανι· σμόν, ποιητικῶς δέ. διὰ τοῦτʼ ἄν ηὐξάμην παραλαβεῖν σε καὶ φιλοσοφίας Ἑλλήνων τὰ οἱονεὶ εἰς χριστιανισμὸν δυνάμενα γενέσθαι ἐγκύκλια μαθήματα ἢ προπαιδεύματα, καὶ τὰ ἀπὸ γεωμετρίας καὶ ἀστρονομίας χρήσιμα ἐσόμενα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν ἵνʼ, ὅπερ φασὶ φιλοσόφων παῖδες περὶ γεωμετρίας καὶ μουσικῆς, γραμματικῆς τε καὶ ῥητορικῆς καὶ ἀστρονομίας, ὡς συνερίθων φιλοσοφίᾳ, τοῦθʼ ἡμεῖς εἴπωμεν καὶ περὶ αὐτῆς φιλοσοφίας…
Needed discipline for truth (Philoc. 14)§14
14Those who would not err about the truth in understanding the divine Scriptures need training, prayer, and careful comparison of text with text.
Greek · §14
1. Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ὁ θεός ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. ζητητέον δὲ εἰ ταὐτόν ἐστι τό. εἰς ἀρχὰς τῆς ἡμέρας τῷ· καὶ ἄρχειν τῆς ἡμέρας· καὶ τό· εἰς ἀρχὰς τῆς νυκτός τῷ ἀπὸ κοινοῦ ἂν νοηθέντι· καὶ ἄρχειν τῆς νυκτός. καὶ ὁ Ἀκύλας γὰρ τὸ ἀνάλογον ἐτήρησε, ποιήσας ἀντὶ μὲν τοῦ εἰς ἀρχάς, εἰς ἐξουσίαν· ἀντὶ δὲ τοῦ καὶ ἄρχειν, ἐξουσιάζειν. φασὶ δὲ, οἶς ἐμέλησε τῆς τῶν σημαινομένων ἐξετάσεως, ἐν τοῖς τόποις τοῖς ἔχουσι συζυγίαν προσηγοριῶν καὶ κατηγορημάτων, προύφίστασθαι τὰ τυγχάνοντα τῶν προσηγοριῶν, καὶ ἐπιγίνεσθαι κατηγορήματα παρὰ τὰς προσηγορίας. καὶ προσηγορίαν μὲν ἔχουσαν κατηγόρημά φασιν, οἶον τὴν φρόνησιν, κατηγόρημα δὲ εἶναι τὸ φρονεῖν· ὁμοίως προσηγορίαν τὴν …
Plain style vs Greek scorn (Philoc. 15)§15
15Against Greek philosophers who mock Scripture’s cheap diction and the simple in the churches: God chose what is foolish in the world to shame the wise; power is in the message, not Attic dress.
Greek · §15
1. Ἕκτον τοῦτον ἐνιστάμενοι λόγον πρὸς τὰς Κέλσου κατὰ χριστιανῶν κατηγορίας χρήξομεν ἐν αὐτῷ, ἱερὲ Ἀμβρόσιε, ἀγωνίσασθαι οὐ πρὸς τὰ ἀπὸ φιλοσοφίας ὑπʼ αὐτοῦ ἐκτιθέμενα, ὡς οἰηθείη ἄν τις. παρέθετο γὰρ πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινοποιῶν τὰ δυνάμενα ἑλεῖν τινὰ καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων· φάσκων ‘βέλτιον αὐτὰ παρʼ Ἕλλησιν εἰρῆσθαι, καὶ χωρὶς ἀνατάσεως καὶ ἀπαγγελίας τῆς ὡς ἀπὸ θεοῦ ἢ υἱοῦ θεοῦ.᾿ φαμὲν οὖν ὅτι, εἴπερ τὸ προκείμενόν ἐστι τοῖς πρεσβεύουσι τὰ τῆς ἀληθείας πλείους ὅση δύναμις ὠφελεῖν, καὶ προσάγειν ὡς οἷόν τέ ἐστιν αὐτῇ διὰ φιανθρωπίαν πάνθʼ ὁντινοῦν, οὐ μόνον ἐντρεχῆ ἀλλὰ καὶ ἀνόητον, πάλιν δʼ αὖ οὐχὶ Ἕλληνας μὲν οὐχὶ δὲ καὶ βαρβάρους· πολὺ δὲ τὸ ἥμερον ἐὰν καὶ τοὺς ἀγροικοτάτους καὶ ἰδιώτας οἶός τέ τις γένηται ἐπιστρέφειν· δῆλόν ἐστιν ὅτι καὶ χαρακτῆρος ἐν τῷ λέγειν φροντιστέον αὐτῷ κοινωφελοῦς καὶ δυναμένου πᾶσαν ἐπαγαγέσθαι ἀκοήν. ὅσοι δὲ, πολλὰ χαίρειν φ…
Faith and demonstration (Philoc. 16)§16
16Christian proclamation offers reasons suited to hearers; faith is not empty assent, yet it is not held hostage to every sophistic demand.
Greek · §16
1. Εἷτ᾿ ἐπεὶ ὡς κατηγορῶν τοῦ λόγου τὰ περὶ τῶν ἐν χριστιανισμῷ αἱρέσεων ὀνειδίζει ἡμῖν, λέγων· ‘Εὶς πλῆθος δὲ σπαρέντες αὖθις αὖ σχίζονται καὶ τέμνονται, καὶ στάσεις ἰδίας ἔχειν ἕκαστοι θέλουσι.’ φησὶ δʼ ἔςι ‘Καὶ ὑπὸ πλήθους πάλιν διϊστάμενοι σφᾶς αὐτοὺς ἐλέγχουσιν· ἑνός, ὡς εἰπεῖν, ἔτι κοινωνοῦντες, εἴγε κοινωνοῦσι, τοῦ ὀνόματος. καὶ τοῦτο μόνον ἐγκαταλιπεῖν ὅμως αἰσχύνονται· τὰ λοιπὰ δʼ ἄλλοι ἀλλαχῆ τετάχαται.’ καὶ πρὸς τοῦτο φήσομεν ὅτι οὐδενὸς πράγματος, οὖ μὴ σπουδαία ἐστὶν ἠ ἀρχὴ καὶ τῷ βιῷ χρήσιμος, γιγόνασιν αἱρέσεις διάφοροι. ἐπεὶ γὰρ ἰατρικὴ χρήσιμος καὶ ἀναγκαία τῷ γένει τῶν ἀνθρώπων, πολλά τε τὰ ἐν αὐτῇ ζητούμενα περὶ τοῦ τρόπου τῆς τῶν σωμάτων θεραπείας· διὰ τοῦτο αἱρέσεις ἐν ἰατρικῇ παρά μὲυ Ἕλλησιν εὑρίσκονται ὁμολογουμένως πλείονες· ἐγώ δʼ οἶμαι ὅτι καὶ παρὰ βαρβάροις, ὅσοι γε ἐπαγγέλλονται χρῆσθαι ἰατρικῇ. πάλιν τε αὖ, ἐπεὶ φιλοσοφία ἀλήθειαν ἐπαγγελλομένη καὶ γνῶσιν τῶ…
Christians and learning (Philoc. 17)§17
17Learning is not forbidden; what is refused is the pride that makes Greek letters the measure of God’s wisdom.
Greek · §17
1. Μετὰ ταῦτά φησιν ὁ Κέλσος, ὅτι ‘Οἱ αἰπόλοι καὶ ποιμένες ἔνα ἐνόμισαν θεὸν, εἴτε ὕφιστον εἴτʼ Ἀδωναῖον εἴτʼ οὐράνιον εἴτε Σαβαὼθ, εἴτε καὶ ὅπη καὶ ὅπως χαίρουσιν ὀνομάζοντες τόνδε τὸν κόσμον· καὶ πλεῖον οὐδὲν ἔγνωσαν.᾿ καὶ ἐν τοῖς ἐξῆς δέ φησι ‘μηδὲν διαφέρειν τῷ παρʼ Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία, ἢ τῷ δεῖνα φέρʼ εἰπεῖν παρʼ Ἰνδοῖς, ἢ τῷ δεῖνα παρʼ Αἰγυπτίοις.᾿ λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι ἐμπίπτει εἰς τό προκείμενον λόγος βαθὺς καὶ ἀπόρρητος, ὁ περὶ φύσεως ὀνομάτων· πότερον, ώς οἶεται Ἀριστοτέλης, θέσει εἰσὶ τὰ ὀνόματα· ἢ, ὡς νομίζουσιν οἱ ἀπὸ τῆς Στοᾶς, φύσει, μιμουμένων τῶν πρώτων φωνῶν τὰ πράγματα καθʼ ὧν τὰ ὀνόματα, καθὸ καὶ στοιχεῖά τινα τῆς ἐτυμολογίας εἰσάγουσιν· ἢ, ὤς διδάσκει Ἐπίκουρος, ἑτέρως ὡς οἴονται οἱ ἀπὸ τῆς Στοᾶς φύσει ἐστὶ τὰ ὀνόματα, ἀπορρηξάντων τῶν πρώτων ἀνθρώπων τινὰς φωνάς κατὰ τῶν πραγμάτων. ἐὰν τοίνυν δυνηθῶμεν ἐν προηγουμένῳ λόγῳ παρ…
Providence and the Word (Philoc. 18)§18
18Long extracts on providence and the Word’s governance of souls: God is not idle, and Scripture’s histories and laws serve the healing of free creatures.
Greek · §18
1. Μετὰ ταῦτα προτρέπει ἐπὶ τὸ λόγῳ ἀκολουθοῦντας καὶ λογικῷ ὁδηγῷ παραδέχεσθαι δόγματα· ὡς πάντως ἀπάτης γινομένης τῷ μὴ οὕτω συγκατατιθεμένῳ τισί· καὶ ἐξομοιοῖ τοὺς ἀλόγως πιστεύοντας μητραγύρταις καὶ τερατοσκόποις, Μίθραις τε καὶ Σαβαδίοις, καὶ ὅτῳ τις προσέτυχεν, Ἑκάτης ἢ ἄλλης δαίμονος ἢ δαιμόνων φάσμασιν. ὡς γὰρ ἐν ἐκείνοις πολλάκις μοχθηροὶ ἄνθρωποι ἐπιβαίνοντες τῇ ἰδιωτείᾳ τῶν εὐεξαπατήτων ἄγουσιν αὐτοὺς ᾗ βούλονται, οὕτω φησὶ καὶ ἐν τοῖς χριστιανοῖς γίγνεσθαι. φησὶ δέ τινας μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι, χρῆσθαι τῷ· Μὴ ἐξέταζε, ἀλλὰ πίστευσον· καί· Ἡ πίστις σου σώσει σε. καί φησιν αὐτοὺς λέγειν· Κακὸν ἡ ἐν τῷ κόσμῳ σοφία, ἀγαθὸν δʼ ἡ μωρία. λεκτέον δὲ πρὸς τοῦτο, ὅτι εἰ μὲν οἷόν τε πάντας καταλιπόντας τὰ τοῦ βίου πράγματα σχολάζειν τῷ φιλοσοφεῖν, ἄλλην ὁδὸν οὐ μεταδιωκτέον οὐδενὶ ἢ ταύτην μόνην. εὑρεθήσεται γὰρ ἐν τῷ χριστιανισμῷ οὐκ ἐλάττων, ἵνα …
Against fate-talk (Philoc. 19)§19
19Fate-language that cancels counsel and commandment is refused; Scripture’s warnings assume real choice under providence.
Greek · §19
1. Περὶ μὲν οὖν τοῦ Ἀντινόου ἤ τινος ἄλλου τοιούτου, εἴτε παρʼ Αἰγυπτίοις εἴτε παρʼ Ἕλλησι, πίστις ἐστὶν, ἵνʼ οὕτως ὀνομάσω, ἀτυχής· περὶ δὲ τοῦ Ἰησοῦ ἤτοι δόξασα ἂν εἶναι εὐτυχὴς ἢ καὶ βεβασανισμένως ἐξητασμένη, δοκοῦσα μὲν εὐτυχὴς παρὰ τοῖς πολλοῖς βεβασανισμένως δὲ ἐξητασμένη παρὰ πάνυ ὀλιγωτάτοις. κἂν λέγω δέ τινα πίστιν εἶναι, ὡς ἄν οἱ πολλοὶ ὀνομάσαιεν, εὐτυχῆ· καὶ περὶ ταύτης ἀναφέρω τὸν λόγον ἐπὶ τὸν εἰδότα θεὸν τὰς αἰτίας τῶν ἑκάστῳ μεμερισμένων ἐπιδημοῦντι τῷ βίῳ τῶν ἀνθρώπων. καὶ Ἕλληνες δὲ φήσουσι καὶ ἐν τοῖς νομιζομένοις εἶναι σοφωτάτοις κατὰ πολλὰ τὴν εὐτυχίαν εἶναι αἰτίαν, οἶον περὶ διδασκάλων τοιῶνδε καὶ τοῦ περιπεσεῖν τοῖς κρείττοσιν, ὄντων καὶ τῶν τὰς ἐναντίας αἱρέσεις διδασκόντων, καὶ περὶ ἀνατροφῆς τῆς ἐν βελτίοσι. πολλοῖς γὰρ καὶ τὰ τῆς ἀνατροφῆς ἐν τοιούτοις γεγένηται ὡς μηδὲ φαντασίαν ἐπιτραπῆναι τῶν κρειττόνων λαβεῖν, ἀλλʼ ἀεὶ καὶ ἐκ πρώτης ἡλικίας ἤτοι ἐν παιδικο…
Free will and Scripture (Philoc. 20)§20
20Large dossier on self-determination: commandments, threats, and promises are empty if the soul cannot turn; yet grace is not denied.
Greek · §20
1. Μετὰ ταῦτά φησιν, δηλονότι ὁ Κέλσος· ‘Ἀλλʼ ὅπως μὴ περὶ μόνων Ἰουδαίων, οὐ γὰρ τοῦτο λέγω, ἀλλὰ περὶ τῆς ὅλης φύσεως, ὅπερ ἐπηγγειλάμην, ὁ λόγος ἧ· σαφέστερον ἐμφανιῶ τὰ προειρημένα.᾿ τίς δʼ οὐκ ἄν τούτοις ἐντυγχάνων μέτριος καὶ αἰσθανόμενος τῆς ἀνθρωπίνης ἀσθενείας οὐκ ἄν περισταίη τὸ ἐπαχθὲς τοῦ περὶ ὅλης τῆς φύσεως ἐπαγγειλαμένου ἀποδοῦναι λόγον, καὶ ἀλαζονευσαμένου ὁμοίως ἧ ἐτόλμησεν ἐπιγράψβαι ἐπιγραφῇ τοῦ βιβλίου; ἴδωμεν δὴ τίνα ἐστὶν ἃ περὶ ὅλης τῆς φύσεως ἐπαγγέλλεται λέξειν, καὶ τίνα ἐμφανίσειν. 2. Διὰ πολλῶν δὰ ἐξῆς ἐγκαλεῖ ἡμῖν, ὡς τῷ ἀνθρώπῳ φάσκουσι πάντα πεποιηκέναι τὸν θεόν. καὶ βούλεται ἐκ τῆς περὶ τῶν ζώων ἱστορίας καὶ τῆς ἐμφαινομένης αὐτοῖς ἀγχινοίας δεικνύναι, ὅτι οὐδὲν μᾶλλον ἀνθρώπων ἢ τῶν ἀλόγων ζώων ἕνεκεν γέγονε τὰ πάντα. καὶ δοκεῖ μοι ὅμοιόν τι εἰπεῖν τοῖς διὰ τὸ πρὸς τοὺς μισουμένους ἔχθος κατηγοροῦσιν αὐτῶν, ἐφʼ οἶς οἱ φίλτατοι αὐτῶν ἐπαινοῦνται. ὥσπερ γὰρ …
Free will continued (Philoc. 21)§21
21Further proofs that human agency stands under God without making God the author of sin.
Greek · §21
Περὶ αὐτεξουU+03F2ίου καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν ῥητῶν γραφικῶν λύU+03F2ιU+03F2 καὶ ἑρμηνεία. ἐκ το περὶ ἀρχῶν τρίτου τὀμου. 1. Ἐπεὶ δὲ ἐν τῷ κηρύγματι τῷ ἐκκλησιαστικῷ περιέχεται ὁ περὶ κρίσεως δικαίας θεοῦ λόγος, ὅστις καὶ τοὺς ἀκούοντας, πιστευθεὶς εἶναι ἀληθής, προκαλεῖται ἐπὶ τὸ καλῶς βιοῦν καὶ παντὶ τρόπῳ φεύγειν τήν ἁμαρτίαν, δηλονότι συγκατατιθεμένους τὸ ἐφʼ ἡμῖν εἶναι τὰ ἐπαίνου καὶ ψόγου ἄξια· φέρε καὶ τὰ περὶ τοῦ αὐτεξουσίου ἰδία ὀλίγα διαλάβωμεν, ἀναγκαιοτάτου ὡς ἔνι μάλιστα προβλήματος. ἴνα δὲ νοήσωμεν τί τὸ αὐτεξούσιον, τὴν ἔννοιαν αὐτοῦ ἀναπτύξαι δεῖ, ἵνα ταύτης σαφηνισθείσης ἀκριβῶς παρασταθῇ τὸ ζητούμενον. τῶν κινουμένων τὰ μέν τινα ἐν ἑαυτοῖς ἔχει τήν τῆς κινήσεως αἰτίαν, ἕτερα δὲ ἔξωθεν μόνον κινεῖται. ἔξωθεν μὲν οὖν μόνον κινεῖται τὰ φορητὰ, οἶον ξύλα καὶ λίθοι καὶ πᾶσα ἡ ὑπὸ ἕξεως μόνης συνεχομένη ὕλη. ὑπεξῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ κίνησιν λέγειν τὴν ῥύσιν τῶν…
Foreknowledge not compulsion (Philoc. 22)§22
22God’s foreknowledge does not compel the act; knowing what free creatures will do is not the same as forcing them.
Greek · §22
1. Ἴδωμεν δὲ καὶ τὴν ἑξῆς τοῦ Κέλσου λέξιν, οὐτως ἔχουσαν· ῾Ἰουδαῖοι μὲν οὖν ἔθυος ἴδιον γενόμενοι, καὶ κατά τὸ ἐπιχώριον νόμους θέμενοι, καὶ τούτους ἐν σφίσιν ἔτι νῦν περιστέλλοντες, καὶ θρησκείαν ὁποίαν δὴ πατρίου δʼ οἦν φυλάσσοντες, ὅμοια τοῖς ἄλλοις ἀνθρώποις δρῶσιν· ὅτι ἕκαστοι τὰ πὰτρια ὁποῖά ποτʼ ἂν τύχῃ καθεστηκότα περιέπουσι. δοκεῖ δʼ οὕτω καὶ συμφέρειν, οὐ μόνον καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ δεῖ φυλάττειν τὰ εἰς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται. καὶ δὴ τὰ παρʼ ἑκάστοις ὀρθῶς ἂν πράττοιτο ταύτῃ δρώμενα ὅπη ἐκείνοις φίλον· παραλύειν δὲ οὐχ ὅσιον εἶναι τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα.᾿ ἐν τούτοις δὴ ὁ Κέλσος ἐμφαίνει ὅτι οἱ πάλαι Αἰγύπτιοι Ἰουδαῖοι ὕστερον ἔθνος ἐγίγνοντο ἴδιον, καὶ νόμους θέμενοι τούτους περιστέλλουσι. καὶ ἵνα μὴ ἐπαναλ…
Destiny and stars (Philoc. 23)§23
23Astrology that binds souls to star-fate is rejected; the heavens declare God’s glory, they do not write our sins.
Greek · §23
Περὶ εἱμαρμένης καὶ πῶς προγνώςτου ὄντος το θεοῦ τῶν ὑφ᾿ ἑκάςτου πραττομένων τὸ ἐφ ἡμῖν ςώζεται. καὶ τίνα τπόπον οἱ ἀςτέρες οὐκ εἰςὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, ςημαντικοὶ δὲ μόνον· καὶ ὅτι ἄνθρςπο πεπὶ τούτων γνῶςιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνὰμεςι θείαις τὰ ςημεῖα ἔκκειτσγ καὶ τίς ή τούτων αίτία. τομου τρίου τῶν εἰς τήν γένεςιν. “καὶ ἔςτωςαν είς ςημεῖα καὶ εῖς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς.” 1. Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας, οὐκ ἄλλους ἡλίου καὶ σελήνης καὶ τῶν ἀστέρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἐστὶ διαλαβεῖν· οὐ μόνον πολλῶν ἐθυῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλομένων εἰς τὸν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς, καὶ τῶν περὶ ἕκαστον ἄνθρωπον, τάχα δὲ καὶ ἀλόγων ζώων· ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένω…
Matter of good and evil (Philoc. 24)§24
24Good and evil are treated in the sphere of choice and habit, not as two unbegotten substances.
Greek · §24
1. Ὅτι μὲν ὑπάρχειν ἀδύνατον ἀγένητα δύο ἄμα, οὐδὲ σὲ ἀγνοεῖν νομίζω· εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβών τοῦτο προτεθεικέναι τῷ λόγῳ· τῷ πάντως ἐξ ἀνάγκης τὸ τερον δεῖν λέγειν, ὅτι κεχώρισται τῆς ὕλης ὁ θεός, ἤ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτόν εἰπεῖν ἐθέλοι, ἕν τὸ ἀγένητον λέξει· ἕκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγένητα δύο, ἀλλʼ ἔν ἐκ διαφόρων συνεστός· οὐδὲ γάρ τὸν ἄνθρωπον ἔχοντα διάφορα μέρη κατακερματίζομεν εἰς πολλὰ γενητά· ἀλλʼ εἰ, ὡς ὁ λόγος ἀπαιτεῖ, ἔν τι γενητόν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν· οὕτως ἀνάγκη, εἰ μὲν μή κχώρισται τῆς ὑλης ὁ θεὸς, ἕν τὸ ἀγένητον εἶναι λέγειν. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων· ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν· ἀδύνατον γάρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθʼ ὅ ἠ διάστασις ἑκατέρου γίνετα…
Hardening and Pharaoh (Philoc. 25)§25
25On God hardened Pharaoh’s heart: the wording is weighed so that God is not made unjust, nor Pharaoh a puppet without guilt.
Greek · §25
1. Τρίτον ἔστιν ἵειν τό· Ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ καὶ ἐν τῇ πρὸς Παλάτας ὀ ἀπόστολος περὶ ἑαυτοῦ Ga i 15 f. τοιαῦτά φησιν· Ὀτε δὲ εὐδόκησεν ὁ θεὸς, ὀ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύφαι τὸν υἱὸν αὑτοῦ ἐν ἐμοί. ἐπιλαμβάνονται δὲ τῶν τοιούτων λέξεων οἱ μὴ συνιέντες τόν ἐκ προγνώσεως θεοῦ προωρισμένον σἴτιον τυγχάνοντα τοῦ γίνεσθαι τὰ προγινωσκόμενα· καὶ οἶουται διά τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους. τινὲς δὲ καὶ τὸ ἐφʼ τμῖν ἐκ τῶν τοιούτων ἀναιροῦσι ῥητῶν, συγχρώμενοι καὶ τῷ Ἀπηλλοτριόθησαν οἱ ἁμαρτωλοὶ ἀπό μήτρας· ἐν φαλμοῖς εἰρημένῳ. πρός μὲν οὖν τοῦτο εὐχερῶς ἔστιν ἀπαντήσαι, ἐρωτῶντας περὶ τῆς ἐξῆς λέξεως· γέραπται γάρ· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν φευδῆ· θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. καὶ πευσόμεθά γε τῶν ώς σαφεῖ τῇ λέξει ἐπιβαινόντων, εἰ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἄμα τῷ ἐξ…
Many goods under one Good (Philoc. 26)§26
26Created goods are many; the Good itself is one. Participation language keeps creatures from being confused with the Creator.
Greek · §26
1. Πολλῆς παρὰ τοῖς ἀνθρώποις ζητήσεως τυγχανούσης περὶ τοῦ τίνα τά ἀγαθά καὶ τίνα τὰ κακά· καί τινων μὲν ἀπροαίρετα λεγόυτων εἶναι τά ἀγαθά καὶ τὰ κακὰ, ώσπερεὶ τήν τδοντν ἀγαθόν ἀποφαινομένων, κακὸν δὲ τὼ πονηρόν· ἑτέρων δὲ ἐν μόνοις προαιρετικοῖς κατακλειόντων τὰ ἀγαθὰ καὶ τὰ κακὰ, καὶ τὰς μὲν ἀρετὰς καὶ τὰς κατʼ αὐτὰς πράξεις μόνας ἀγαθὰ λεγόντων, τὰς δὲ κακίας καὶ τὰς κατὰ κακίαν ἐνεργείας κακά τρίτων δὲ ὄντων τῶν μιγνύντων, καὶ ἄμα ἐν προαιρετικοῖς καὶ ἀπροαιρέτοις λεγόντων εἶναι τά ἀγαθὰ καὶ τὰ κακά· εἰκότως ὑπό τῶν πιθανοτήτων περιελκόμενοι οἱ πολλοὶ τῶν πιστευόντων φιλομαθοῦντες εἰς τὸν περὶ ἀγαθῶν τόπον λέγοιεν ἅν τό· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ὅτι μὲν οὖν ἐν προαιρετικοῖς ἐστὶν ἠ τῶν ἀγαθῶν φύσις, πᾶς ὁστισοῦν ἀποδεχόμενος τὸν περὶ κρίσεως τόπον ἀδιστάκτως ὁμολογήσαι ἄν· ἀγαθὸν γάρ φησιν εἶναι ἐφʼ ᾧ ἀκούσεταί τις τό· Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστέ· ἐπὶ ὀλίγα ἤς πιστὸς, ἐπὶ πολλῶν …
End of the anthology — SERIES CLOSEOUT (Philoc. 27)§27
27Closing chapters gather the moral and providential threads of the anthology: keep the rule of faith, read Scripture as God-breathed, and live as those who must answer. SERIES CLOSEOUT.
Greek · §27
1. Πολλάκις ἐν τῇ ξόδῳ κείμενον τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· καί· Ἐγώ σκληρυνῶ τὴν καρδίαν Φαραώ· σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσσει, τούς τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. τοῖς μὲν γὰρ ἀπιστοῦσι μετʼ ἄλλων πολλῶν καὶ τοῦτο σἴτιον ἀπιστίας εἶναι δοκεῖ, ὅτι λέγεται περὶ θεοῦ τὰ ἀνάξια θεοῦ· ἀνάξιον δὲ θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρδίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· καὶ πῶς, φασὶν, οὐκ ἄτοπον τὸν θεοῦ ἐνεργεῖν τινὰ ἐπὶ τῷ ἀπειθεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλομένου πειθόμενον ἔχειν οἶς προστάσσει τόν Φαραώ. τοῖς δὲ πιστεύειν νομιζομένοις διαφωνία οὐχ ἡ τυχοῦσα γεγένηται διὰ τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραω. οἱ μὲν γὰρ πειθόμενοι μὰ ἄλλον εἶναι θεὸν παρά τὸν δημιουργόν φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ θεὸς ὅν θέλει ἐλεεῖ, ὅν δὲ θέλει σκληρύνει, αἰτίαν οὐκ ἑχον…