Scripture locked and sealed (Philoc. 2)
Scripture is locked and sealed; the blesseds spoken in the singular and the plural must be weighed together, so that the reader does not treat the divine book as already open to every casual glance.
Greek
1. Κεκλεῖσθαι καὶ ἐσφραγίσθαι τὰς θείας γραφὰς οἱ θεῖοί φασι λόγοι, τῇ κλειδὶ τοῦ Δαυεὶδ, τάχα δὲ καὶ σφραγῖδι, περὶ ἧς εἴρηται τό· Ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ· τουτέστι τῇ δυνάμει τοῦ δεδωκότος αὐτὰς θεοῦ, τῇ ὑπὸ τῆς σφραγῖδος δηλουμένῃ. περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ ἀποκαλύψει λέγων· Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυεὶδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει· οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἥν οὐδεὶς δύναται κλεῖσαι αὐτήν. καὶ μετʼ ὀλίγα· Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τόν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπ…
About this text
Origen’s Philocalia (Greek anthology). SERIES on this page: §§1–27 (sampled bookends).
English follows Robinson 1893 Greek. George Lewis 1911 was not used as wording. Philocalia SERIES CLOSEOUT §§1–27.
Witnesses
- Copy-text J. A. Robinson, Cambridge 1893 — Greek (Greek · Philocalia §§1–27 SERIES)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.