Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις, καὶ πᾶν ὁτιοῦν ἄδεκτον τῷ Θεῷ· πολέμιοι γάρ εἰσιν οἱ ἀσεβεῖς λογισμοὶ, ψυχὰς ἀπο κτείνοντες. Ἐν τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ Κύριος ὕπνον· οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί· τοῖς ἀσε βέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ Κύριος· ἐντεῦθεν δὲ ἔστι καὶ πειθανῶς δεῖξαι, ὅτι οὐ καθεύδειν πεφύκασι δαίμονες. Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ, καὶ φωτίζουσιν ἡμᾶς ἐν τῷ παρόντι βίῳ, ὃς πρὸς τὸν μέλλοντα, ἡμέ ραν ὄντα, νὺξ λέγεται· ἕως κατορθώσει ἡ ἡμέρα ἐν ᾗ ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει. Ἢ ἀντὶ τοῦ, ἕως ἡμᾶς ἐν ἀσφαλείᾳ καταστήσουσιν, οὐκ ἀφίσταν ται· τοῦτο γὰρ ἡμέρας ἴδιον, τὸ σκότος διαλύειν· ὅπερ οὖν καὶ Χριστὸς ἔλεγεν· Ὁ περιπατῶν ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει· τοὐναντίον δὲ αἱ τῶν ἀσε βῶν· ἐπεὶ οὖν οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· προσκόπτουσιν, ἀλλ' οὐκ ἔχουσι συγγνώμην ὡς ἀγνοίᾳ προσπταίοντες· αὐτοὶ γὰρ ἑαυτοῖς τὸ σκότος εἰργάσαντο· ὅρα δὲ ὡς ἡ μὲν ἀρετὴ καὶ ἐν σκότει φῶς ἐποίησεν· ἡ δὲ κακία καὶ ἐν φωτὶ σκότος. –Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτά νουσιν, οἱ ἀσεβεῖς ἐπίστανται· οὐδὲ τὴν αἰτίαν γι νώσκουσι, πόθεν προσκόπτουσιν· ἀλλ' οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν· ὅπερ ἐστὶν γνώ ρισμα τῆς ἐσχάτης κακίας. Πηγὰς λέγει τὰς ἀρετὰς, ἀφ' ὧν γεννᾶται τὸ ὕδωρ τὸ ζῶν τῶν θείων ῥημάτων, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. Καὶ ὁ ∆αυΐδ· Ὤφθησαν γὰρ, φησὶν, αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Οἱ ὀφθαλμοί σου, εἶπεν, ὀρθὰ βλεπέτωσαν, τουτ 17.173 έστι τὰ Θεῷ μόνα φίλα, ἤγουν τὰ παρὰ τῶν προ φητῶν ἡμῖν σαφηνισθέντα περὶ τοῦ Χριστοῦ μόνου καὶ τῶν μαθητῶν αὐτοῦ· καὶ ὅσα παρά τινος πρὸς τὸν Χριστὸν οἰκειοῦντα λαληθείη καὶ μόνον. Συμφωνεῖ τούτοις τὸ, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, καὶ φυλάξῃ πόλιν· τουτέστιν ἐὰν μὴ Κύριος δώῃ ἡμῖν ἰσχὺν τοῦ κατευθῦναι τὰ πρὸς αὐτὸν δια βήματα, μάτην ἡμεῖς κοπιῶμεν, οἱ μὴ ἐν παρακλή σει αὐτὸν ἐπικαλούμενοι, ἀλλ' ἐν αὐθαδείῃ ἐπιχει ροῦντες. Στωμυλεύονται γὰρ αἵτε πρόδηλοι πόρναι, καὶ αἱ τῶν ἑτεροδόξων διδασκαλίαι, ἀπατῶσαι διὰ τῆς χρηστολογίας τὰς τῶν ἀκάκων καρδίας· μεγίστη οὖν ἀσφάλεια τὸ μὴ ἁλῶναι τὴν ἀρχήν· ἁλόντα γὰρ, δύσκολον διαφυγεῖν. Μέχρι μὲν τῆς ἀκοῆς αὐτῶν, τὸ καλόν. Σημαίνει δὲ τὸ λῖπος τὴν ἡδονὴν, ἀφ' ἧς τίκτεται ἡ ἀκαθαρ σία· ἧς ἔκγονον, κακία καὶ ἄγνοια· ὧν οὐδὲν ἔστι πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν ἐν ἡμέρᾳ κρί σεως. Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπι κρατεῖ ἐν τοῖς δαίμοσιν· Ἀνελεήμων γὰρ, φησὶ, θυ μὸς, καὶ ὀξεῖα ὀργὴ αὐτῶν· θηρεύουσι γὰρ εἰς ἀπώ λειαν τοὺς πειθαρχοῦντας αὐτοῖς· οὕτω γὰρ τιμῶσι τοὺς τιμῶντας αὐτούς. ∆ιὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἷμα καταναλίσκουσι. κοινὸν αὐτὸ ἡγησάμενοι· Ὁ τρώγων γάρ μου, φησὶ, τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν ἐσχάτῃ ἡμέρᾳ· ὁ δὲ ἀναξίως ἐσθίων τὸ σῶμα καὶ πίνων τὸ αἷμα τοῦ Κυρίου, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Ἦν ὅτε οὐκ ἦν κακὸν, καὶ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς· πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον, καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν κρινόμενος, καὶ οἰκτείρων τοὺς ἀδελφούς· τὸ δὲ ἐλεεῖν, σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς μὲν γὰρ προσελθοῦσι ταῖς ἀρεταῖς, βαθὺ φρέαρ εἶναι δο κεῖ· τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς, πηγή· οὕτω καὶ ὁ Σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· πηγὴν δὲ νόει τὴν θείαν γνῶσιν, καὶ οὐ τὸ φρέαρ τοῦ ὕδατος· ὥσπερ δὲ ἡ πηγὴ πρόκειται ἀκόπως, τουτέστι τὸ τρέχον ὕδωρ τοῖς διψῶσιν, οὕτω τὸ φρέαρ ἐν κόπῳ τοῖς θέλουσιν ἀντλεῖν· καὶ ὥσπερ ἡ πηγὴ ἄπαυστός ἐστι τοῦ ῥεῖν, οὕτως ἡ αἰσθητικὴ γραφὴ ἀένναον ἔχει τὸν δρόμον, καὶ εὔκολον τοῖς διψῶσι τὸν Θεὸν γεραίρειν· καὶ ὥσπερ τὸ φρέαρ κόπον παρέχει τοῖς ἀντλοῦσιν, οὕτω καὶ ἡ θεωρητικὴ γνῶσις τοῖς θέλουσι δι' αὐτῆς τὰς ἀρετὰς κατορθῶσαι, ψυχῆς τε καὶ σώματος, τά τε θεῖα ἐννοεῖν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀντιποιηθῆναι. 17.176 Γυναῖκα ἐνταῦθα τὴν τοῦ Θεοῦ γνῶσιν σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη· ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομῶν νεότητος λέγει· Υἱὲ, γάρ φησι, μή σε καταλάβῃ βουλὴ κακὴ (τὸν διάβολον λέγων, ὡς κακῶς βουλευσάμενον)· ἡ ἀπολιποῦσα διδασκα λίαν
About this text
Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.