Expositio in Proverbia · §u05-rem-early

Unit 5 rem early

Rem early: Unit 5; lemma and Origen’s theoria.

Greek

ἐπινοούμενος· θρασὺς μὲν γὰρ, ὁ πᾶν ὁτιοῦν ἀφόβως ἐπιτελῶν· αὐθάδης, ὁ ἀνεπικρίτως ἐλευθεριάζειν βουλόμενος· ἀλαζὼν, ὁ μείζοσιν ἑαυτὸν ἤπερ ἔχει σεμνύνων· λοιμὸς, ὁ πρὸς τῷ ἑαυτὸν καταβλάπτειν, καὶ ἑτέροις μεταδιδούς· το σοῦτον γάρ ἐστι βλαπτικὸς, ὡς καὶ ἄλλοις μεταδι δόναι κακίας· ὃς δὲ μνησικακεῖ, παράνομος. Ἔστι γὰρ καὶ ἀγαθὴ ἐπιθυμία· ἀγγέλων μὲν οὖν τὸ μὴ ἐπιθυμεῖν ποτε ἐπιθυμίας κακίας· δαιμό νων δὲ τὸ ἀεὶ κακὰς ἐπιθυμεῖν· ἀνθρώπων, τὸ ποτὲ μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μή· τὸ δὲ ὅλην τὴν ἡμέραν, ἀντὶ δι' ὅλου τοῦ βίου· τοιοῦτόν ἐστι καὶ τὸ, Ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ δι' ὅλου τοῦ βίου. 17.217 Ἵππον λέγει τὸν νοῦν, τὸν πολεμούμενον ὑπὸ τοῦ διαβόλου, καὶ ἀντιπολεμοῦντα· Ἐπιβήσῃ γὰρ, φη σὶν, ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου, σωτηρία· καὶ ἐπὶ τοῦ Παύλου ὁ Κύριος· Τοῦ βα στάσαι τὸ ὄνομά μου, φησί. Τὴν σημαινομένην ἀρετὴν ὑπὸ οἰκείου ὀνόματος, ὄνομα εἶπε καλόν· τοῦτο γάρ ἐστι καὶ καλὸν τὸ ὄνο μα, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν· οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα ∆ικαιοσύνην καλουμένην ἐπαινέ σομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία νομίζηται· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον, σοφία θεϊκή. Συναντῶσιν ἀλλήλοις, ὁ μὲν πλούσιος διὰ τῶν ἐλεη μοσυνῶν καθαιρῶν τὸν θυμὸν, καὶ κτώμενος τὴν ἀγάπην· ὁ δὲ, διὰ τῆς πενίας τὸ ταπεινοφρονεῖν δι δασκόμενος· τὸν μὲν γὰρ, θέλει παιδεύεσθαι· τὸν δὲ, μεταδιδόναι· ὥστε τὸν μὲν εὐχάριστον εἶναι, τὸν δὲ ἐλεήμονα. Ζωὴν καὶ δόξαν καὶ πλοῦτον οὐράνιον κληρονομή σει ὁ σοφίαν καὶ φόβον Κυρίου ἔχων· πάσας γὰρ τὰς γενέσεις ἔσχε Νῶε· ταύτας Ἀβραάμ· ταύτας καὶ οἱ παρὰ Πέτρου μαθητευθέντες. Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέν τες, ἐν πάσῃ γνώσει καὶ σοφίᾳ, ἄρξουσι τῶν ἀκα θάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου· τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, οὐκ ἀναγκαῖον δημοσιεύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυ στικὸν καὶ βαθύτερον· καὶ πρὸς ῥητὸν δὲ δείκνυσι τοῦ ἀνθρωπίνου βίου τὸ ἄστατον· ἀλλὰ καὶ ἐν ταῖς ὀλιγαρχίαις οἱ πλούσιοι τῶν πτωχῶν ἄρχουσιν· καὶ ἄλλως οἱ γνῶσιν ἔχοντες, τῶν μὴ τοιούτων ἄρχουσιν· καὶ οἱ ἀπὸ τῶν ἐξ ἐθνῶν πιστοὶ, τοῖς ἐξ Ἰσραὴλ, οἷς ἐκέλευον πρόσθε, διδασκαλίαν δανείζουσι· καίτοι πρότερον ἔθνεσιν ἐδάνειζον ἐκεῖνοι πολλοῖς, καὶ τού των ἦρχον· νῦν δὲ τῆς βασιλείας ἀπ' αὐτῶν ἀρθεί σης, ἔμπαλιν γέγονε. Τὸν ἐν ταῖς ἐντολαῖς ἱλαρὸν ἄνδρα, καὶ ἐν ἐλεημο σύναις δότην, ἀγαπᾷ ὁ Θεός· καθὼς καὶ ὁ Παῦλός φησιν· Ὁ ἐλεῶν, ἐν ἱλαρότητι· τὴν δὲ ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ Κύριος καὶ τῆς γνώσεως, συντελεῖ. ∆ῶρα τοῦ ἀνθρώπου τὰς τῆς ψυχῆς ἀρετὰς ὀνομά ζει, δι' ὧν νικῶν τὸν διάβολον, τίμιον ἑαυτὸν παρέχει τῷ Θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων αὐτὴν δαιμόνων. Τῆς χειρίστης ἕξεως τὸν ἄνθρωπον ἐκβάλλεσθαι βούλεται διὰ πνευματικῆς διδασκαλίας μεθ' ἧς εἶχε φιλονεικίας· καὶ λοιμὸν δὲ τὸν διάβολον ὄντα τῆς ψυχῆς ἐκδιώκεσθαι δεῖ· ἐὰν γὰρ ἐν αὐτῇ καθίσῃ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμά ζει· συνέδριον γὰρ τὴν ψυχὴν καὶ ὁ Ἀπόστολος δεί κνυσι, δι' ὧν λογισμοὺς κατηγοροῦντας, ἢ καὶ ἀπο λογουμένους εἰσάγει· Μεταξὺ γὰρ, φησὶν, ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογου μένων· ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκεῖ καὶ 17.220 συνέδριον· ἀλλὰ καὶ ὁ λοιμὸς ἀτιμάζει πάντας ὡς ὑβριστής· ἢ ὡς τὰ ἴδια συστῆσαι βουλόμενος, τὰ τῶν ἄλλων ἀτίμως ἐκβάλλει· ὃν ἔκβαλε ἐκ συστήματος πνευματικοῦ· καὶ οὐ μόνον αὐτὸς ἐκβληθήσεται, ἀλλὰ καὶ τὰ συνόντα αὐτῷ, ἔριδες, φιλονεικίαι, μάχαι, καὶ ὅσα λοιμὸν ἀποτελεῖ. Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν Κύριος, οὗτος καὶ τῆς πνευματικῆς ἡμᾶς γνώσεως ποιμαίνει, συγκατα βαίνων καὶ λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, ὃν ἀτιμάζει ὁ παράνομος· εἰ δὲ βασιλεὺς μὲν ἔστι τῶν βασιλευομένων ὁ Χριστὸς, ποιμὴν δὲ ὁ προβάτων, ἔσται ποτὲ μόνος βασιλεὺς τῶν προβάτων, εἰς τὸ βα σιλικὸν μεταβάντων ἀξίωμα. Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς, πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται· εἰ δὲ λέων ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης ζητεῖ θηρεῦσαί τινα, ὅς ἐστιν ὁ διάβολος· ἐν δὲ ταῖς πλατείαις ταῖς πρὸς τὴν ἀπώλειαν φερούσαις, μετὰ τὴν φάλαγγα τῶν δαιμό νων αὐτοῦ, αὐτὸς φονεύει τοὺς αὐτῷ πειθομένους. Βόθρος βαθὺς ὁ διάβολός ἐστιν· ὁ δὲ μισηθεὶς παρὰ Κυρίου, ὁ μὴ ἑαυτῷ προσέχων ἀσφαλῶς· ὁ δὲ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ Κυρίου, ἀλλὰ δοκιμῆς

About this text

Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.