Expositio in Proverbia Unit 7 opening
Unit 7.
Lemma-led open — φησὶ, κακίαν αὑτοῦ, καὶ πρὸς αὐ τὴν πάλιν ἐπιστρέψας, ὅμοιός ἐστι κυνὶ ἐσθίοντι τὸν ἴδιον
Greek
φησὶ, κακίαν αὑτοῦ, καὶ πρὸς αὐ τὴν πάλιν ἐπιστρέψας, ὅμοιός ἐστι κυνὶ ἐσθίοντι τὸν ἴδιον ἐμετόν· οἷα ἦν ἡ τοῦ Λὼτ γυνὴ, καὶ πρὸς ὃν τὸ ἀκάθαρτον πνεῦμα ἐπέστρεψεν. Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ, ἢ ἐν κλήρῳ· οὐ γὰρ ἐκ τῶν καθ' ἡμᾶς τις τὴν δικαιοκρισίαν καὶ ἐλευθε ρίαν τῆς Ἐκκλησίας ἐποιήσατο· ἢ ἡμετέρα ἐστὶν, ἀλλὰ Χριστοῦ, δι' ἣν ἔκρινε δικαιώσας ἑαυτὸν σφαγῇ δοθῆναι, καὶ χυθῆναι τὸ αἷμα αὐτοῦ ὑπὲρ αὐτῆς· οὕτω καὶ ὁ πᾶς τις Ἐκκλησίας οἴακας ἐγκεχειρίσθαι ἐπιθυμῶν, ὀφείλει ἑαυτὸν ἐκδοῦναι, καὶ τῆς κέρκου τοῦ πονηροῦ κρατῆσαι, καὶ τοὺς ὑπὸ τὴν αὐτοῦ κα κίαν ἐλευθερῶσαι, καὶ εἰς τὴν τοῦ Χριστοῦ ἐπίγνωσιν προσαγαγεῖν. Ὥσπερ ἐν ξύλοις τὸ πῦρ, οὕτως ἐν πονηροῖς λο γισμοῖς θάλλει καὶ καίει ὁ πρὸς τὰ πάθη τοῦ νοῦ θυμός· ὅπου δὲ οὐκ ἔστι δίθυμος, τουτέστι δίψυχος, ἀλλ' ἢ τῷ Θεῷ, ἢ τῷ μαμμωνᾷ, ἡσυχασθήσεται ἐξ αὐτοῦ τὸ ἓν τοῦ ἑτέρου· ἢ τὸ τοῦ Θεοῦ πρόσταγμα νικῆσαν, τὸ τοῦ πονηροῦ τακήσεται, καὶ τῇ κακίᾳ προσειρηνεύσει· ἐὰν δὲ τὰ δύο ἕλοιτο, καὶ τῆς ζωῆς ἐκπέσοι, καὶ τῶν προσκαίρων στερηθήσεται. Χείλη ἐνταῦθα τοὺς λογισμούς φησιν· ὁ δὲ τὰ χείλη τοῦ νοῦ μὴ ἀνοίγων κατὰ τοῦ πονηροῦ, πρὸς τὸν Θεὸν ἐξομολογούμενος τὰ κακὰ, ὅσα ἐνσπείρειεν αὐτῷ κατὰ τοῦ Θεοῦ, ἀλλὰ κρύπτει, λύπῃ καλύπτει ἑαυτοῦ καρδίαν, ἐξ ἀφροσύνης μὴ νομίζων ἔχειν ἁμάρτημα ἐν τούτοις· οὐκ εἰδὼς τὴν τοῦ Θεοῦ εὐ σπλαγχνίαν· ὅτι μᾶλλον τοῖς οὕτως ὑπομένουσι καὶ ἐξαγγέλλουσιν αὐτῷ ταῦτα, στεφάνους ἀπονέμει ὡς καθ' ἑκάστην ἀθλοῦσι δι' αὐτόν. Ἐμπαίζει, ἀντὶ τοῦ χαίρει, ἔλαβε· ψυχὴ γὰρ κα θαρὰ, κατατρυφῶσα τῆς γνώσεως τῶν Γραφῶν, χαίρει ἐμπιπλαμένη· ψυχὴ δὲ ἀκάθαρτος, καὶ τὴν ψευδώνυμον γνῶσιν, ἀληθῆ πάντως νομίζει. Ἢ τόπος καρδίας, ἀρετὴ καὶ γνῶσις, ἀφ' ὧν ἀπο ξενωθεὶς ἄνθρωπος πίπτει εἰς κακίαν καὶ ἀγνωσίαν, καὶ γίνεται δοῦλος τῆς ἁμαρτίας ποιῶν αὐτήν· καθὸ γὰρ λογικός ἐστι, τόπος αὐτοῦ ἡ ἀρετή. 17.241 Νοῦς ἀπαθὴς ποικίλοις τέρπεται, σοφίᾳ καὶ γνώ σει, καὶ ὑμνῳδίᾳ· νοῦς δὲ ἐμπαθὴς, ἐν ἀγνωσίᾳ καὶ κακίᾳ καταῤῥήγνυται, καὶ εἰς πτῶμα ἔρχεται δυσ ίατον καὶ μέγα. Φίλος ἡμῶν καὶ τῶν πρόπαλαι πατέρων, καὶ τῶν μεθ' ἡμᾶς, ὁ Θεός ἐστιν· αὐτὸς γὰρ εἶπεν· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. –Ἐνταῦθα ἀδελφὸς ὁ Χριστός ἐστι κατὰ χάριν· εἰς δὲ τὸν οἶ κον τοῦ ἀδελφοῦ σου, ἄνευ τῶν ἐντολῶν, ὧν ἡμῖν δέδωκεν, εἰς ἐξουσίαν τοῦ εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, τουτέστιν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, μὴ εἰσέλθῃς ἀτυχῶν τούτων· τοιοῦτος γὰρ ἦν καὶ ὁ εἰσελθὼν εἰς τὸν γάμον, μὴ ἔχων ἔνδυμα γάμου· δεθεὶς δὲ χεῖρας καὶ πόδας ἐξεβλήθη τοῦ γάμου. –Ἀδελφὸς ἡμῶν ἐνταῦθα ὁ τῶν ἀγγέλων χορός ἐστι· κατὰ γὰρ τὴν τῶν ἀγγέλων φύσιν πρὸ τῆς παραβάσεως καὶ πτώσεως ὁ διάβολος τῶν ἀγγέλων καὶ ἡμῶν ὑπῆρχε· φίλος δὲ ἡμῶν ἐστιν ὁ Θεός· κρεῖσσον δὲ τῷ ἐγγυ τέρῳ καὶ ἀληθινῷ Θεῷ ἡμῶν καὶ φίλῳ ἐγγὺς καὶ πλησιεστέρως οἰκεῖν, ἢ τῷ μακρὰν ἀπ' αὐτοῦ ἑαυτὸν ποιήσαντι διαβόλῳ, ὡς ἀδελφῷ ὑπείκειν, εἰς τὸ συναπολέσθαι αὐτῷ. –Κρείσσων ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως, ὑπὲρ τὸν συναπτόμε νόν μοι μόνον διὰ τῆς φύσεως. Τοῦ ἀνθρώπου οἶκος, ἡ ἀρετή· ἐὰν οὖν μὴ σπου δαίως ταύτης ἐπιμελῆται, ἐν καιρῷ πειρασμῶν ἐκ πίπτει αὐτῆς. Συκῆ ἐνταῦθα ἡ δικαιοσύνη ἡ τοῦ Θεοῦ ἐστιν, ἣν οἱ φυτεύοντες ἐν ἑαυτοῖς, καὶ ἑτέροις μετάφυτα δι δόντες, τὸν καρπὸν αὐτῆς φάγονται ἐκ χειρὸς Κυρίου τοῦ μόνου δικαίου καὶ τὴν δικαιοσύνην βραβεύσαν τος· καὶ τοῖς τὴν δικαιοσύνην αὐτοῦ φυλάξασι σὺν ἑαυτῷ συντάττων, ἀπονέμει δικαιοσύνην, τὴν καὶ ἀγγέλους δικαιοῦσαν, ἐν τῇ ἀτρέπτῳ τῆς δικαιο σύνης λαμπρότητι· ὃς δὲ φυλάσσει τὸν λόγον τοῦ Κυρίου, τὸν Κύριον φυλάσσει ἐν τῇ καρδίᾳ αὑτοῦ ἀχώριστον εἶναι ἀπ' αὐτοῦ· τιμηθήσεται δὲ οὐ μό νον ἐντεῦθεν ὑπὸ
About this text
Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.