Excerpta on the Psalms (Greek) · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

κεκράξομαι· ὁ Θεός μου μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ. Εἰ μὲν ἐπίγειά τις αἰτεῖται παρὰ Θεοῦ, βραχείᾳ χρῆται φωνῇ· εἰ δὲ τὰ ἐπουράνια, κράζει τε καὶ βοᾷ. Ὅθεν ἐν ταῖς Γραφαῖς οἱ ἅγιοι πρὸς τὸν Θεὸν ἐκέκραξαν. Κράζει δέ τις εἰσελθὼν εἰς τὸ ταμιεῖον ἑαυτοῦ, καὶ κλείσας τὴν θύραν. Οὐ παρασιωπᾷ δὲ τοῖς ἁγίοις ὁ Θεός. Ἐλάλει γοῦν Μωσῇ, καὶ Ἀαρὼν, καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ. Ἐλάλει καὶ διὰ προφητῶν, ἡνίκα ἦν ὁ λαὸς αὐτοῦ. Ἃ δὲ λαλεῖ ὁ Θεὸς, οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τὰ ἅγια, τὰ ἐπὶ τὴν καρδίαν ἡμῶν ἀναβαίνοντα, κατὰ τό· Μακάριος ἀνὴρ, οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀνα βάσεις εἰς τὴν καρδίαν αὐτοῦ. Ἔχομεν δὲ ἄλλην ἀκοὴν καὶ θείαν αἴσθησιν, κατὰ Σολομῶντα, λόγοι Θεοῦ ἀκούουσαν, ἡνωμένην αὐτῷ. Ὧ δὲ παρασιωπᾷ Θεὸς, ὁμοιοῦται τοῖς καταβαίνουσιν εἰς λάκκον. Οὐδένα γὰρ τῶν ἁγίων ἴσμεν λάκκον ὀρύξαντα· φρέαρ δὲ ὤρυττεν ὁ δεόμενος ὕδατος. Ἐντέλλεται καὶ ὁ Σολομῶν ἀπὸ φρεάτων πίνειν. Θεὸς δὲ διὰ τοῦ προφήτου τοῖς ἐκ λάκκων πίνουσιν ἀπειλεῖ, λέγων· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. Κα ταβαίνουσι δὲ εἰς λάκκον οἱ τὰ ψυχρὰ τῆς ὕλης πε ριέποντες πράγματα· ἔνθα καὶ τῶν ἀνθρώπων ὁ πο λέμιος δράκων, ὃς καὶ ψυχρὸς ὠνόμασται, κατοικεῖ. Πάντων γὰρ ζώων, τῶν ἐπὶ γῆς, ὁ δράκων ψυχρό 17.117 τερος. Πᾶσα οὖν ἁμαρτία ψυχρά· τὰ δὲ θεῖα, ὡς ἔοικε, θερμά. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύ ματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Καὶ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, τῷ πνεύματι ζέοντες. Ὅτι δὲ οἱ ἁμαρτωλοὶ παρὰ λάκ κοις εἰσὶν, ἐν τῇ Ἐξόδῳ φησίν· Ἀπέκτεινεν ὁ Θεὸς ἀπὸ προσώπου Φαραὼ, ὃς κάθηται ἐπὶ τοῦ θρό νου, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος, τῆς ἐν λάκκῳ. Οὕτως οἱ καταβαίνοντες εἰς λάκκον ἁμαρ τωλοί εἰσιν καὶ αἰχμάλωτοι. Ἀλλ' ὁ ἀγαθὸς Θεὸς καὶ τούτους καλεῖ, καὶ δίδωσιν ἄφεσιν. Πνεῦμα γὰρ Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελί σασθαι πτωχοῖς. Ἀπέσταλκέ με κηρύξαι αἰχμα λώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Στίχ. βʹ. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεή σεώς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ. Οἷς ἔτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. Ὅτε δὲ, τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας, αἰτῶ τι παρὰ Θεοῦ, τότε προσεύχομαι. Ὅτε δὲ φίλος ἐπὶ πλέον γένωμαι, τότε εὐχαριστῶ τῷ Θεῷ. Ἐπεὶ καὶ Παῦλος, ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μείζω προβαίνων, φησί· Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. Στίχ. βʹ. Ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου. Ἐπαιρόμεναι χεῖρες πρὸς πράξεις θεοσεβεῖς, ἐν οὐρανῷ θησαυριζόμεναί εἰσι· δι' ὧν νικᾷ τις τὸν νοητὸν Ἀμαλήκ· ὡς ὁ Μωσῆς, ἡνίκα τὰς χεῖρας ἀνέφερεν, ὁ λαὸς ἐνίκα· ὅτε δὲ κατέσπα, ὁ Ἀμαλήκ. Μὴ κατενέγκωμεν οὖν τὰς χεῖρας, ἐπεὶ νικηθησό μεθα. Στίχ. εʹ. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα τοῦ Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. Οὐδεὶς γὰρ ἄμεμπτος, οὐ νοήσας τὰ ἔργα Κυρίου. Ποίησιν γὰρ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στε ρέωμα. ∆ίδωσι γὰρ ἀναλόγως τὸ τούτου θεωρῆσαι ∆ημιουργόν. Στίχ. ζʹ. Καὶ ἀνέθαλεν ἡ σάρξ μου. Ποία δὲ σὰρξ ἀνέθαλεν; Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. ΨΑΛ. Λ ʹ. Στίχ. αʹ. Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. ∆ιαφέρει τὸ ζηλοῦν καὶ παραζηλοῦν. Παραζηλοῦν μὲν γὰρ λέγεται τὸ ἐρεθίζειν, καὶ κινεῖν εἰς ζηλο τυπίαν, ὁποῖον τό· Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ· τουτέστιν ἐκίνησαν ἐν ἐμοὶ ζῆλον, καὶ οἷον εἰς ὀργήν με ἠρέθισαν εἰδωλολατροῦντες. Ζηλοῦν δέ ἐστιν τὸ βούλεσθαι καὶ ἑαυτῷ ὑπάρχειν, ὃ παρεῖ ναι τῷ πέλας νενόμικεν ἀγαθόν. Τοῦτο οὖν λέγει· Μήτε ἕτερον ἐρέθιζε πονηρευόμενον πρὸς τὸ ἀνα στῆναι αὐτὸν κατὰ σοῦ. Ἤγουν, Μὴ ποιήσῃς τοιαῦτα, ὡς τὸν πονηρὸν ζῆλον λαβεῖν κατὰ σοῦ, ἐπεὶ ἐπιβου λεύει σοι. Οἷον· Εἰ μετὰ γνώμης τοῦ ∆αβὶδ τὸν ὕμνον ἔλεγον αἱ νεάνιδες, τὸ, Ἐπάταξεν ὁ ∆αβὶδ ἐν μυριάσιν αὐτοῦ· αὐτὸς ἦν ὁ παραζηλῶν ἐν πο νηρευομένοις, τῷ Σαούλ. Μήτε πάλιν μιμοῦ ἢ μα 17.120 κάριζε τοὺς τοιούτους, εὐθηνοῦντας ὁρῶν. Πρὸς ὀλί γον γὰρ ἀνθοῦντες, ξηραίνονται. Πᾶσα γὰρ σὰρξ, χόρτος. Τί οὖν ἔχουσι ζηλωτὸν, οἵτινες, πρὸς ὀλί γον ἀνθήσαντες, αὔριον εἰς κλίβανον βάλλονται; καθά φησιν ὁ Σωτήρ. Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτον τοῖς ἐθέλουσι ζῇν ἀξιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν. Ἐννοεῖν δὲ χρὴ μᾶλλον εἰς οἷον ἐκβήσεται πέρας τὸ διαβιοῦν ἑλέσθαι κακῶς. Μὴ τοίνυν ζήλου τοὺς

About this text

Origen of Alexandria, Excerpta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Excerpta in Psalmos — new OET from PG 17 Greek.

Witnesses

  • Copy-text PG 17 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.