Excerpta on the Psalms (Greek) · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; spiritual reading with the letter.

Greek

ΨΑΛ. ΚΒʹ. Στ. γʹ. Ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Στίχ. δʹ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θα νάτου, οὐ φοβηθήσομαι κακά· ὅτι σὺ μετ' ἐμοῦ εἶ. Ἐντεῦθεν πρὸς Θεὸν ἀποστρέφει τὸν λόγον. Ὁ μὲν οὖν καθεζόμενος ἐν σκιᾷ θανάτου, ἵδρυται ἐν αὐτῇ, βεβαιωθεὶς ἐν κακίᾳ, καὶ δεόμενος τοῦ ἐξ ἐλέους ἀνα τέλλοντος φωτός· ὁ δὲ πορευόμενος παρατρέχει· μεθ' οὗ καὶ συνοδεύει ὁ Κύριος. Περὶ δὲ τῆς καθίσεως εἴ ρηται· Καθημένοις ἐν χώρᾳ καὶ σκιᾶ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. Στίχ. δʹ. Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Ἀμφότερα ἐπὶ μαστίγων, κατὰ τό· Ἐὰν ἐγκατα λίπωσιν οἱ υἱοί σου τὸν νόμον μου, καὶ τοῖς κρί 17.113 μασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνο μίας αὐτῶν, καὶ ἐν μάστιγι τὰς ἁμαρτίας αὐτῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν. Οὐ διεσκέδασται γὰρ τὸ θεῖον ἔλεος ἀπὸ τοῦ δι' ἁμαρ τίας μαστιζομένου. Οὐ γὰρ ἁμαρτάνοντα μὴ μαστίξειε, οὐ παραδέχεται· μαστιγῶν υἱὸν ὃν παραδέχεται. Περὶ ὧν δὲ μὴ μαστίζει, λέγεται τό· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες· παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. ∆ιὰ τοῦτο ἐκράτησεν αὐ τοὺς ἡ ὑπερηφανία· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. Ἐὰν μὲν οὖν ᾖ τις πρόβατον ἁμαρτωλὸν, ῥάβδῳ πλήσσεται· ἐὰν δὲ ἄνθρωπος, βακτηρίᾳ, κατὰ τὸ Σολομῶντος· Ὁ φειδόμενος τῆς βακτηρίας μισεῖ τὸν ἑαυτοῦ υἱόν. Ταῦτα δὲ παρα καλεῖ τὸν τυπτόμενον· πέπεισται γὰρ, ὡς μαστιγοῖ πάντα υἱὸν ὃν παραδέχεται. ΨΑΛ. ΚΓʹ. Στίχ. βʹ. Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Καὶ ἄλλως δὲ πρὸ τῆς ἐπιδημίας Χριστοῦ γνωστὸς ἐν τῇ Ἰουδαίᾳ μόνον ἦν ὁ Θεός· μετ' αὐ τὴν δὲ, τοῦ Κυρίου ἡ γῆ. Ἀλλ' οὐδὲ πλήρωμα πρὸ ταύτης ἦν ἐν πάσῃ τῇ γῇ· μεστὰ δὲ ἦν αὐτῆς τὰ πλεῖστα κακότητος. Μετ' αὐτὴν δὲ πολλοὶ τῶν πε πιστευκότων ἐθνικῶν εἴποιεν ἄν· Ἐκ τοῦ πληρώ ματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. ∆ιόπερ αὐ τοῦ καὶ πλήρωμα λέγοιντο. Ἀλλ' οὐχ οἱ κενοὶ τῆς εὐαγγελικῆς πολιτείας. Ἀλλὰ καὶ ἐν ἐρήμῳ ὁ ἁμαρ τωλὸς κατοικεῖ· οἰκουμένην δὲ, ὁ τὴν Ἐκκλησίαν οἰκῶν πεπληρωμένην τῆς ἁγίας Τριάδος· καὶ ἔστι τοῦ Κυρίου. Ἀλλ' οὐχ ὁ γεγεννημένος ἐκ τοῦ διαβό λου, καὶ μερὶς ἐκείνου γενόμενος. Στίχ. γʹ. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἢ καὶ ὄρος Κυρίου τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον. Σπάνιος γὰρ ὁ πρὸς τὴν ἀκρώρειαν αὐ τοῦ διὰ προκοπῆς ἀναβῆναι δυνάμενος. Ὁ γὰρ τελειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἷός τε ὢν, ἵσταται βέβαιος, καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ. Ὀπίσω γὰρ Κυρίου πορευόμενος, ἀναβαίνει· τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμ προσθεν ἐπεκτεινόμενος, τέλος ἔχων τὸ στῆναι μετὰ Θεοῦ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· ἐφ' ὃν δεῖ ἀναβῆναι καὶ στῆναι τὸν εὐαγγελιζόμενον τῇ Σιὼν, πρὸς ὃν ἐφθακότι τῷ Μωϋσῇ φησιν ὁ Θεός· Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ. Ἀλλὰ καὶ Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, ὡς ἐφ' ἕτερον ἁγίασμά φασιν οἱ προφῆται. Ἐπεὶ πέτρα ἦν ὁ Χριστός. Ἀλλὰ τίς ὁ τῶν ἐπαγγελιῶν τούτων τευξόμενος, εἴρηται τελεώτε ρον ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ψαλμῷ. 17.116 Στίχ. ʹ. Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζη τούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Καὶ μὴν εἶπεν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ὡς ἀληθῶς γὰρ οὐκ ὄψεταί τις ἄνθρωπος ὢν, καὶ μὴ πᾶν ἀνθρώπινον ἀποθέμενος, καὶ μεταβαλὼν εἰς ἄγγελον καὶ Θεὸν, ὅπερ οὐκ ἔστιν ἐνθάδε. Περὶ δὲ τῶν ἀγγέλων τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν, ὁ Σωτήρ φησιν, ὅτι ∆ιαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Στίχ. θʹ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Στίχ. ιʹ. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης. Ὡς ἄρχοντα δὲ στρατοπέδων, δυνάμεων ἐκά λεσαν Κύριον, ὅπερ ἐν τῷ Ἑβραϊκῷ Σαβαὼθ εἴρη ται. Τοῦτο δὲ καὶ Κύριον στρατιωτῶν οἱ Ἑβδομή κοντα καὶ Παντοκράτωρ ἐν ταῖς Γραφαῖς ἑρμηνεύουσι. Καὶ τὸ νῦν ἄρα λεχθὲν, παντοκράτορα τὸν Σωτῆρα δηλοῖ. Οὕτως λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέστειλέ με πρὸς σέ. Παντοκράτωρ γὰρ ὢν ὁ Πατὴρ, τὸν Υἱὸν ἀπέστειλε παντοκράτορα. Καὶ Ἰωάννης δὲ ἐν τῇ Ἀποκαλύψει, Τάδε λέγει, φησὶν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινὸς, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος· περὶ τοῦ Σωτῆρος ὁμολογουμένως εἰπών. Τινὲς δὲ οὐ πρὸς ὑψηλοτέρας πύλας, πρὸς δὲ τὰς αὐτὰς τὰ διττῶς εἰρημένα φασί. ΨΑΛ. ΚΖʹ. Στίχ. αʹ. Πρὸς σὲ, Κύριε,

About this text

Origen of Alexandria, Excerpta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Excerpta in Psalmos — new OET from PG 17 Greek.

Witnesses

  • Copy-text PG 17 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.